previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰς Δημήτρα


τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε, γυναῖκες,
Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε.’
τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι, 1
μηδ᾽ ἀπὸ τῶ τέγεος μηδ᾽ ὑψόθεν αὐγάσσησθε
5μὴ παῖς μηδὲ γυνὰ μηδ᾽ κατεχεύατο χαίταν,
μηδ᾽ ὅκ᾽ ἀφ᾽ αὑαλέων στομάτων πτύωμες ἄπαστοι.
ἕσπερος ἐκ νεφέων ἐσκέψατο πανίκα νεῖται,
ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,
ἁρπαγίμας ὅκ᾽ ἄπυστα μετέστιχεν ἴχνια κώρας.
10πότνια, πῶς σε δύναντο πόδες φέρεν ἔστ᾽ ἐπὶ δυθμάς,
ἔστ᾽ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;
οὐ πίες οὔτ᾽ ἄρ᾽ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.
τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,
τοσσάκι δ᾽ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον, [p. 126]
15τρὶς δ᾽ ἐπὶ Καλλιχόρῳ 2 χαμάδις ἐκαθίσσαο φρητί
αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα.
μὴ μὴ ταῦτα λέγωμες δάκρυον ἄγαγε Δηοῖ:
κάλλιον, ὡς πολίεσσιν ἑαδότα 3 τέθμια δῶκε:
κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα
20ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,
ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν:
κάλλιον, ὡς, ἵνα καί τις ὑπερβασίας 4 ἀλέηται,
π ... ἰδέσθαι 5
οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,
25τὶν δ᾽6 αὐτᾷ καλὸν ἄλσος ἐποιήσαντο Πελασγοὶ
δένδρεσιν ἀμφιλαές: διά κεν μόλις ἦνθεν ὀιστός:
ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
ἐν δὲ καλὰ γλυκύμαλα: τὸ δ᾽ ὥστ᾽ ἀλέκτρινον ὕδωρ
ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δ᾽ ἐπεμαίνετο χώρῳ
30ὅσσον Ἐλευσῖνι, Τριόπῳ θ᾽ 7 ὅσον, ὁκκόσον Ἔννᾳ.
ἀλλ᾽ ὅκα Τριοπίδαισιν δεξιὸς ἄχθετο δαίμων,
τουτάκις χείρων Ἐρυσίχθονος ἅψατο βωλά:
σεύατ᾽ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾷ,
πάντας δ᾽ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,
35ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας,
ἐς δὲ τὸ Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
ἦς 8 δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,
τῷ δ᾽ ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο, [p. 128]
πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
40ᾄσθετο Δαμάτηρ, ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,
εἶπε δὲ χωσαμένα "τίς μοι καλὰ δένδρεα κόπτει;"
αὐτίκα Νικίππᾳ, τάν οἱ πόλις ἀράτειραν
δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρὶ
στέμματα καὶ μάκωνα, κατωμαδίαν δ᾽ ἔχε κλᾷδα.
45φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα
τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῇ
πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις.’
50τὰν δ᾽ ἄρ᾽ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν
ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,
χάζευ," ἔφα, "μή τοι πέλεκυν μέγαν ἐν χροΐ πάξω.
ταῦτα δ᾽ ἐμὸν θησεῖ στεγανὸν δόμον, ἔνι δαῖτας
55αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.’
εἶπεν παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
Δαμάτηρ δ᾽ ἄφατόν τι κοτέσσατο, γείνατο 9 δ᾽ 10 θεύς:
ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατ᾽ Ὀλύμπω.
οἱ μὲν ἄρ᾽ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,
60ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες:
δ᾽ ἄλλως μὲν ἔασεν, ἀναγκαίᾳ γὰρ ἕποντο
δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δ᾽ ἀπαμείψατ᾽ ἄνακτα
ναὶ ναί, τεύχεο δῶμα, κύον, κύον, ἔνι δαῖτας [p. 130]
ποιησεῖς: θαμιναὶ γάρ ἐς ὕστερον εἰλαπίναι τοι.’
65 μὲν τόσσ᾽ εἰποῖσ᾽ Ἐρυσίχθονι τεῦχε πονηρά.
αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμὸν
αἴθωνα κρατερόν, μεγάλᾳ δ᾽ ἐστρεύγετο νούσῳ.
σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
εἴκατι δαῖτα πένοντο, δυώδεκα δ᾽ οἶνον ἄφυσσον:
70τόσσα Διώνυσον γὰρ καὶ Δάματρα χαλέπτελ:
καὶ γὰρ τᾷ Δάματρι συνωργίσθη Διόνυσος.
οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
αἰδόμενοι γονέες, προχανὰ δ᾽ εὑρίσκετο πᾶσα.
ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπ᾽ ἄεθλα
75Ὀρμενίδαι καλέοντες: ἀπ᾽ ὦν ἀρνήσατο μάτηρ
οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
τέλθος ἀπαιτησῶν ἑκατὸν βόας.’ ἦνθε Πολυξώ,
μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
80τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα
νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δ᾽ ἤλασε κάπρος
Πίνδον ἀν᾽ εὐάγκειαν, δ᾽ ἐννέα φάεα κεῖται.’
δειλαία φιλότεκνε, τί δ᾽ οὐκ ἐψεύσαο, μᾶτερ;
δαίνυεν εἰλαπίναν τις: ‘ἐν ἀλλοτρίοις Ἐρυσίχθων.’
85ἄγετό τις νύμφαν: ‘Ἐρυσίχθονα δίσκος ἔτυψεν,’
ἔπεσ᾽ ἐξ ἵππων,’ ἐν Ὄθρυϊποίμνἰ ἀμιθρεῖ. 11
ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστὰς
ἤσθιε μυρία πάντα: κακὰ δ᾽ ἐξάλλετο γαστὴρ
αἰεὶ μᾶλλον ἔδοντι, τὰ δ᾽ ἐς βυθὸν οἷα θαλάσσας
90ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.
ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίῳ ἔνι πλαγγών, [p. 132]
καὶ τούτων ἔτι μεῖζον ἐτάκετο μέσφ᾽ ἐπὶ νευράς:
δειλαίῳ ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.
κλαῖε μὲν μάτηρ, βαρὺ δ᾽ ἔστενον αἱ δ̣̣̔̓ ἀδελφαὶ
95χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.
καὶ δ᾽ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,
τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων:
ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μὲν
σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
100τοῦτο τὸ δείλαιον γένετο βρέφος: αἴθε γὰρ αὐτὸν
βλητὸν ὑπ᾽ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν:
νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτὸς
βόσκε λαβών: ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
105χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη
τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.’
ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν,
καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίᾳ ἔτρεφε μάτηρ,
καὶ τὰν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον,
110καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά.
μέσφ᾽ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο,
μῶνοι ἄρ᾽ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.
ἀλλ᾽ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν 12 ὀδόντες,
καὶ τόχ᾽ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο
115αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός. [p. 134]
Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,
εἴη μηδ᾽ ὁμότοιχος: ἐμοὶ κακογείτονες ἐχθροί.
ᾄσατε 13 παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι
Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε.’
120χὠς αἱ 14 τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι
τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα
λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα
ἡξεῖ καὶ φθινόπωρον, ἔτος δ᾽ εἰς ἄλλο φυλαξεῖ.
ὡς δ᾽ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
125ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
ὡς δ᾽ αἱ 15 λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,
ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
τὰς δὲ τελεσφορέας 16 ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν,
130αἵτινες ἑξήκοντα κατώτεραι: αἱ δὲ 17 βαρεῖαι
χἄτις Ἐλειθυίᾳ τείνει χέρα χἄτις ἐν ἄλγει.
ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ: ταῖσι δὲ Δηὼ
δωσεῖ πάντ᾽ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.
χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θ᾽ ὁμονοίᾳ
135ἔν τ᾽ εὐηπελίᾳ, φέρε δ᾽ ἀγρόθι νόστιμα πάντα:
φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν,
φέρβε καὶ εἰράναν, ἵν᾽ ὃς ἄροσε τῆνος ἀμάσῃ. 18
ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.

1 Schol. Plato, symp. 218 B kai\ ei)/ tis a)/llos e)sti\ be/bhlo/s te kai\ a)/groikos, pu/las pammega/las toi=s w)si\n e)pi/qesqe] e)nteu=qen parw/|dhse *kalli/maxos e)n u(/mnw| *dh/mhtros kala/qou to\ qu/ras d' e)pi/qesqe be/bhloi.

2 tri\s d e)pi\ kalli...only is preserved in A; the lacuna is supplied in F and late MSS.

3 ptoli/essin e(a . . . a; lacuna supplied in F.

4 u(perba . . . a; lacuna supplied in F etc.

5 p ... *a; ... i)de/sqai pd.

6 to\n d' MSS.; tei=d' Schneider.

7 trio/pw| q' LM; *triopa=|d' Schneider; trio/paid' AF; trio/pa| q' d.

8 h)=s d; h)=n.

9 gei/nato MSS.; gei/neto Schneider.

10 a( MSS.; au)= Bergk.

11 a)miqrei= Ruhnken, *walckenaer; a)mi- *a, a)m' *e, a)riqmei= d; a)me/lgei F.

12 a)nech/ranan Ernesti; a)nech/rainon MSS.

13 a)/sate F; om. AE.

14 xw)s ai( Stephanus; xw(=sai.

15 w(s ai( MSS.; corr. Meineke.

16 telesfori/as MSS.; corr. T. Bentley.

17 ai(/ te MSS.; corr. Ernesti.

18 a)ma/sh| Stephanus; a)ma/s1(s'ei MSS., shich may be right, cf. fr. Incert. 16.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Ulrich von Wilamowitz-Moellendorff, 1897)
hide References (14 total)
  • Commentary references to this page (14):
    • E. T. Merrill, Commentary on Catullus, 68b
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 372
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 130
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 221-232
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 200
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO DEMETER
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO DEMETER
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
    • George W. Mooney, Commentary on Apollonius: Argonautica, 1.551
    • George W. Mooney, Commentary on Apollonius: Argonautica, 2.363
    • George W. Mooney, Commentary on Apollonius: Argonautica, 2.693
    • George W. Mooney, Commentary on Apollonius: Argonautica, 4.1312
    • George W. Mooney, Commentary on Apollonius: Argonautica, 4.384
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: