next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 8] Λυσίας Κεφάλου Συρακουσίων μὲν ἦν γονέων, ἐγεννήθη δὲ Ἀθήνησι μετοικοῦντι τῷ πατρὶ καὶ συνεπαιδεύθη τοῖς ἐπιφανεστάτοις Ἀθηναίων. ἔτη δὲ πεντεκαίδεκα γεγονὼς εἰς Θουρίους ᾤχετο πλέων σὺν ἀδελφοῖς δυσίν, κοινωνήσων τῆς ἀποικίας, ἣν ἔστελλον Αθηναῖοί τε καὶ ἄλλη Ἑλλὰς δωδεκάτῳ πρότερον ἔτει τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ διετέλεσεν αὐτόθι πολιτευόμενος ἐν εὐπορίᾳ πολλῇ καὶ παιδευόμενος παρὰ Τισίᾳ τε καὶ Νικίᾳ μέχρι τῆς συμφορᾶς τῆς κατασχούσης Ἀθηναίους ἐν Σικελίᾳ. μετ᾽ ἐκεῖνο δὲ τὸ πάθος στασιάσαντος τοῦ δήμου ἐκπίπτει σὺν ἄλλοις τριακοσίοις ἀττικισμὸν ἐγκληθείς. καὶ παραγενόμενος αὖθις εἰς Ἀθήνας κατὰ ἄρχοντα Καλλίαν, ἕβδομον καὶ τετταρακοστὸν ἔτος ἔχων, ὡς ἄν τις εἰκάσειεν, ἐξ ἐκείνου τοῦ χρόνου διετέλεσε τὰς διατριβὰς ποιούμενος Ἀθήνησι. πλείστους δὲ γράψας λόγους εἰς δικαστήριά τε καὶ βουλὰς καὶ πρὸς ἐκκλησίας εὐθέτους, [p. 9] πρὸς δὲ τούτοις πανηγυρικούς, ἐρωτικούς, ἐπιστολικούς, τῶν: μὲν ἔμπροσθεν γενομένων ῥητόρων κατὰ τὸν αὐτὸν χρόνον ἀκμασάντων ἠφάνισε τὰς δόξας, τῶν δὲ ἐπιγινομένων οὔτε πολλοῖς τισι κατέλιπεν ὑπερβολὴν οὔτ᾽ ἐν ἁπάσαις ταῖς ἰδέαις τῶν λόγων καὶ μὰ Δί᾽ οὔ τί γε ταῖς φαυλοτάταις. τίνι δὲ κέχρηται χαρακτῆρι λόγων καὶ τίνας ἀρετὰς εἰσενήνεκται τίνι τε κρείττων ἐστὶ τῶν μεθ᾽ ἑαυτὸν ἀκμασάντων καὶ πῇ καταδεέστερος καὶ τί δεῖ λαμβάνειν παρ᾽ αὐτοῦ, νῦν ἤδη πειράσομαι λέγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: