previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

παῖδες, σωτῆρες ἑστίας πατρός,
265σιγᾶθ᾽, ὅπως μὴ πεύσεταί τις, τέκνα,
γλώσσης χάριν δὲ πάντ᾽ ἀπαγγείλῃ τάδε
πρὸς τοὺς κρατοῦντας: οὓς ἴδοιμ᾽ ἐγώ ποτε
θανόντας ἐν κηκῖδι πισσήρει φλογός.

Ὀρέστης

οὔτοι προδώσει Λοξίου μεγασθενὴς
270χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,
κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους
ἄτας ὑφ᾽ ἧπαρ θερμὸν ἐξαυδώμενος,
εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους:
τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,
275ἀποχρημάτοισι ζημίαις ταυρούμενον:
αὐτὸν δ᾽ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
τείσειν μ᾽ ἔχοντα πολλὰ δυστερπῆ κακά.
τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
βροτοῖς πιφαύσκων εἶπε, τὰς δ᾽ αἰνῶν νόσους,
280σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις
λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν:
λευκὰς δὲ κόρσας τῇδ᾽ ἐπαντέλλειν νόσῳ:
ἄλλας τ᾽ ἐφώνει προσβολάς Ἐρινύων
ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας:
285τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ᾽ ὀφρὺν
κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως
290χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
βωμῶν τ᾽ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
μῆνιν: δέχεσθαι δ᾽ οὔτε συλλύειν τινά.
295πάντων δ᾽ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ
κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.

τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;
κεἰ μὴ πέποιθα, τοὔργον ἔστ᾽ ἐργαστέον.
πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,
300θεοῦ τ᾽ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,
καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,
τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
δυοῖν γυναικοῖν ὧδ᾽ ὑπηκόους πέλειν.
305θήλεια γὰρ φρήν: εἰ δὲ μή, τάχ᾽ εἴσεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Herbert Weir Smyth, Ph. D., 1926)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: