Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[86]
ἆρά γε ἔστιν ἐνταυθοῖ τι1 περιελείπετο περὶ ὅτου οἷόν τε ἢ ἀρχὴν εἰσάγειν ἢ ὑμῶν πρᾶξαί τινι, ἀλλ᾽ ἢ κατὰ τοὺς ἀναγεγραμμένους νόμους; ὅπου οὖν ἀγράφῳ νόμῳ οὐκ ἔξεστι χρήσασθαι, ἦ που ἀγράφῳ γε ψηφίσματι παντάπασιν οὐ δεῖ γε2 χρήσασθαι. ἐπειδὴ τοίνυν ἑωρῶμεν ὅτι πολλοῖς τῶν πολιτῶν εἶεν συμφοραί, τοῖς μὲν κατὰ νόμους, τοῖς δὲ κατὰ ψηφίσματα τὰ3 πρότερον γενόμενα, τουτουσὶ τοὺς νόμους ἐθέμεθα, αὐτῶν ἕνεκα τῶν νυνὶ ποιουμένων, ἵνα τούτων μηδὲν γίγνηται μηδὲ ἐξῇ συκοφαντεῖν μηδενί. καί μοι ἀνάγνωθι τοὺς νόμους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.