Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5] ἔστι δὲ οὐκ ἀπεικός, ὡς οὗτοί φασιν, ἀλλὰ εἰκὸς ἀωρὶ τῶν νυκτῶν πλανώμενον ἐπὶ τοῖς ἱματίοις διαφθαρῆναι. τὸ γὰρ μὴ ἐκδυθῆναι οὐδὲν σημεῖόν ἐστιν: εἰ γὰρ μὴ ἔφθησαν περιδύσαντες αὐτόν, ἀλλά τινας προσιόντας φοβηθέντες ἀπέλιπον, ἐσωφρόνουν καὶ οὐκ ἐμαίνοντο τὴν σωτηρίαν τοῦ κέρδους προτιμῶντες.