[27]
παραγενόμενος οὖν εἰς Ταύρους Ὀρέστης μετὰ Πυλάδου φωραθεὶς ἑάλω καὶ ἄγεται πρὸς Θόαντα τὸν βασιλέα δέσμιος, ὁ δὲ ἀμφοτέρους πρὸς τὴν ἱέρειαν ἀποστέλλει. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῆς ἀδελφῆς ἱερὰ ποιούσης ἐν Ταύροις, ἄρας τὸ ξόανον σὺν αὐτῇ φεύγει.κομισθὲν δὲ εἰς Ἀθήνας νῦν λέγεται τὸ τῆς Ταυροπόλου: ἔνιοι δὲ αὐτὸν κατὰ χειμῶνα προσενεχθῆναι τῇ νήσῳ Ῥόδῳ λέγουσιν ... αὐτὸν καὶ κατὰ χρησμὸν ἐν τείχει καθοσιωθῆναι.
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.