previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Γυνὴ Α

ἴωμεν ἐπὶ τὰς κληματίδας Μανία.
κἀγώ σ᾽ ἀποδείξω θυμάλωπα τήμερον.

Μνησίλοχος

730ὕφαπτε καὶ κάταιθε: σὺ δὲ τὸ Κρητικὸν
ἀπόδυθι ταχέως: τοῦ θανάτου δ᾽ παιδίον
μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.
τουτὶ τί ἔστιν; ἀσκὸς ἐγένεθ᾽ κόρη
οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.
735 θερμόταται γυναῖκες, ποτίσταται
κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,
μέγα καπήλοις ἀγαθὸν ἡμῖν δ᾽ αὖ κακόν,
κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.

Γυνὴ Α

παράβαλλε πολλὰς κληματίδας Μανία.

Μνησίλοχος

740παράβαλλε δῆτα: σὺ δ᾽ ἀπόκριναί μοι τοδί,
τουτὶ τεκεῖν φῄς;

Γυνὴ Α
καὶ δέκα μῆνας αὔτ᾽ ἐγὼ
ἤνεγκον.

Μνησίλοχος
ἤνεγκας σύ;

Γυνὴ Α
νὴ τὴν Ἄρτεμιν.

Μνησίλοχος

πρικότυλον πῶς; εἰπέ μοι.

Γυνὴ Α
τί μ᾽ ἠργάσω;
ἀπέδυσας ὦναίσχυντέ μου τὸ παιδίον
745τυννοῦτον ὄν.

Μνησίλοχος
τυννοῦτο;

Γυνὴ Α
μικρὸν νὴ Δία.

Μνησίλοχος

πόσ᾽ ἔτη δὲ γέγονε; τρεῖς Χοᾶς τέτταρας;

Γυνὴ Α

σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων.
ἀλλ᾽ ἀπόδος αὐτό.

Μνησίλοχος
μὰ τὸν Ἀπόλλω τουτονί.

Γυνὴ Α

ἐμπρήσομεν τοίνυν σε.

Μνησίλοχος
πάνυ γ᾽ ἐμπίμπρατε:
750αὕτη δ᾽ ἀποσφαγήσεται μάλ᾽ αὐτίκα.

Γυνὴ Α

μὴ δῆθ᾽, ἱκετεύω σ᾽: ἀλλ᾽ ἔμ᾽ τι χρῄζεις ποίει
ὑπέρ γε τούτου.

Μνησίλοχος
φιλότεκνός τις εἶ φύσει.
ἀλλ᾽ οὐδὲν ἧττον ἥδ᾽ ἀποσφαγήσεται

Γυνὴ Α

οἴμοι τέκνον. δός μοι σφαγεῖον Μανία,
755ἵν᾽ οὖν τό γ᾽ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω.

Μνησίλοχος

ὕπεχ᾽ αὐτό, χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.

Γυνὴ Α

κακῶς ἀπόλοι᾽, ὡς φθονερὸς εἶ καὶ δυσμενής.

Μνησίλοχος

τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.

Γυνὴ Α

τί τῆς ἱερείας γίγνεται;

Μνησίλοχος
τουτί. λαβέ.

Γυνὴ Γ

760ταλαντάτη Μίκκα τίς ἐξεκόρησέ σε;
τίς τὴν ἀγαπητὴν παῖδά σοὐξῃρήσατο;

Γυνὴ Α

πανοῦργος οὗτος. ἀλλ᾽ ἐπειδήπερ πάρει,
φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη
τοῖσιν πρυτάνεσιν πεποίηχ᾽ οὗτος φράσω.

Μνησίλοχος

765ἄγε δὴ τίς ἔσται μηχανὴ σωτηρίας;
τίς πεῖρα, τίς ἐπίνοι᾽; μὲν γὰρ αἴτιος
κἄμ᾽ ἐσκυλίσας ἐς τοιαυτὶ πράγματα
οὐ φαίνεταί πω. φέρε τίν᾽ οὖν ἂν ἄγγελον
πέμψαιμ᾽ ἐπ᾽ αὐτόν; οἶδ᾽ ἐγὼ καὶ δὴ πόρον
770ἐκ τοῦ Παλαμήδους: ὡς ἐκεῖνος, τὰς πλάτας
ῥίψω γράφων. ἀλλ᾽ οὐ πάρεισιν αἱ πλάται.
πόθεν οὖν γένοιντ᾽ ἄν μοι πλάται πόθεν; πόθεν;
τί δ᾽ ἂν εἰ ταδὶ τἀγάλματ᾽ ἀντὶ τῶν πλατῶν
γράφων διαρρίπτοιμι; βέλτιον πολύ.
775ξύλον γέ τοι καὶ ταῦτα κἀκεῖν᾽ ἦν ξύλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: