previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1065α] [1] ἔστι δὴ τὸ συμβεβηκὸς γίγνεται μέν, οὐκ ἀεὶ δ᾽ οὐδ᾽ ἐξ ἀνάγκης οὐδ᾽ ὡς ἐπὶ τὸ πολύ. τί μὲν οὖν ἐστὶ τὸ συμβεβηκός, εἴρηται, διότι δ᾽ οὐκ ἔστιν ἐπιστήμη τοῦ τοιούτου, δῆλον: ἐπιστήμη μὲν γὰρ πᾶσα τοῦ [5] ἀεὶ ὄντος ὡς ἐπὶ τὸ πολύ, τὸ δὲ συμβεβηκὸς ἐν οὐδετέρῳ τούτων ἐστίν. ὅτι δὲ τοῦ κατὰ συμβεβηκὸς ὄντος οὐκ εἰσὶν αἰτίαι καὶ ἀρχαὶ τοιαῦται οἷαίπερ τοῦ καθ᾽ αὑτὸ ὄντος, δῆλον: ἔσται γὰρ ἅπαντ᾽ ἐξ ἀνάγκης. εἰ γὰρ τόδε μὲν ἔστι τοῦδε ὄντος τόδε δὲ τοῦδε, τοῦτο δὲ μὴ ὅπως ἔτυχεν ἀλλ᾽ ἐξ [10] ἀνάγκης, ἐξ ἀνάγκης ἔσται καὶ οὗ τοῦτ᾽ ἦν αἴτιον ἕως τοῦ τελευταίου λεγομένου αἰτιατοῦτοῦτο δ᾽ ἦν κατὰ συμβεβηκός), ὥστ᾽ ἐξ ἀνάγκης ἅπαντ᾽ ἔσται, καὶ τὸ ὁποτέρως ἔτυχε καὶ τὸ ἐνδέχεσθαι καὶ γενέσθαι καὶ μὴ παντελῶς ἐκ τῶν γιγνομένων ἀναιρεῖται. κἂν μὴ ὂν δὲ ἀλλὰ γιγνόμενον τὸ [15] αἴτιον ὑποτεθῇ, ταὐτὰ συμβήσεται: πᾶν γὰρ ἐξ ἀνάγκης γενήσεται. γὰρ αὔριον ἔκλειψις γενήσεται ἂν τόδε γένηται, τοῦτο δ᾽ ἐὰν ἕτερόν τι, καὶ τοῦτ᾽ ἂν ἄλλο: καὶ τοῦτον δὴ τὸν τρόπον ἀπὸ πεπερασμένου χρόνου τοῦ ἀπὸ τοῦ νῦν μέχρι αὔριον ἀφαιρουμένου χρόνου ἥξει ποτὲ εἰς τὸ ὑπάρχον, ὥστ᾽ [20] ἐπεὶ τοῦτ᾽ ἔστιν, ἅπαντ᾽ ἐξ ἀνάγκης τὰ μετὰ τοῦτο γενήσεται, ὥστε πάντα ἐξ ἀνάγκης γίγνεσθαι. τὸ δ᾽ ὡς ἀληθὲς ὂν καὶ κατὰ συμβεβηκὸς τὸ μέν ἐστιν ἐν συμπλοκῇ διανοίας καὶ πάθος ἐν ταύτῃδιὸ περὶ μὲν τὸ οὕτως ὂν οὐ ζητοῦνται αἱ ἀρχαί, περὶ δὲ τὸ ἔξω ὂν καὶ χωριστόν): τὸ δ᾽ οὐκ [25] ἀναγκαῖον ἀλλ᾽ ἀόριστον, λέγω δὲ τὸ κατὰ συμβεβηκός: τοῦ τοιούτου δ᾽ ἄτακτα καὶ ἄπειρα τὰ αἴτια.

τὸ δὲ ἕνεκά του ἐν τοῖς φύσει γιγνομένοις ἀπὸ διανοίας ἐστίν, τύχη δέ ἐστιν ὅταν τι τούτων γένηται κατὰ συμβεβηκός: ὥσπερ γὰρ καὶ ὄν ἐστι τὸ μὲν καθ᾽ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός, οὕτω [30] καὶ αἴτιον. τύχη δ᾽ αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς κατὰ προαίρεσιν τῶν ἕνεκά του γιγνομένοις, διὸ περὶ ταὐτὰ τύχη καὶ διάνοια: προαίρεσις γὰρ οὐ χωρὶς διανοίας. τὰ δ᾽ αἴτια ἀόριστα ἀφ᾽ ὧν ἂν γένοιτο τὰ ἀπὸ τύχης, διὸ ἄδηλος ἀνθρωπίνῳ λογισμῷ καὶ αἴτιον κατὰ συμβεβηκός, ἁπλῶς δ᾽ [35] οὐδενός. ἀγαθὴ δὲ τύχη καὶ κακὴ ὅταν ἀγαθὸν φαῦλον ἀποβῇ: εὐτυχία δὲ καὶ δυστυχία περὶ μέγεθος τούτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: