previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1086β] [1] τὸ δὲ καθόλου παρὰ ταῦτα εἶναί τε καὶ ἕτερόν τι εἶναι. τοῦτο δ᾽, ὥσπερ ἐν τοῖς ἔμπροσθεν [3] ἐλέγομεν, ἐκίνησε μὲν Σωκράτης διὰ τοὺς ὁρισμούς, οὐ μὴν ἐχώρισέ γε τῶν καθ᾽ ἕκαστον: καὶ τοῦτο ὀρθῶς ἐνόησεν [5] οὐ χωρίσας. δηλοῖ δὲ ἐκ τῶν ἔργων: ἄνευ μὲν γὰρ τοῦ καθόλου οὐκ ἔστιν ἐπιστήμην λαβεῖν, τὸ δὲ χωρίζειν αἴτιον τῶν συμβαινόντων δυσχερῶν περὶ τὰς ἰδέας ἐστίν. οἱ δ᾽ ὡς ἀναγκαῖον, εἴπερ ἔσονταί τινες οὐσίαι παρὰ τὰς αἰσθητὰς καὶ ῥεούσας, χωριστὰς εἶναι, ἄλλας μὲν οὐκ εἶχον ταύτας δὲ [10] τὰς καθόλου λεγομένας ἐξέθεσαν, ὥστε συμβαίνειν σχεδὸν τὰς αὐτὰς φύσεις εἶναι τὰς καθόλου καὶ τὰς καθ᾽ ἕκαστον. αὕτη μὲν οὖν αὐτὴ καθ᾽ αὑτὴν εἴη τις ἂν δυσχέρεια τῶν εἰρημένων.

δὲ καὶ τοῖς λέγουσι τὰς ἰδέας ἔχει τινὰ ἀπορίαν [15] καὶ τοῖς μὴ λέγουσιν, καὶ κατ᾽ ἀρχὰς ἐν τοῖς διαπορήμασιν ἐλέχθη πρότερον, λέγωμεν νῦν. εἰ μὲν γάρ τις μὴ θήσει τὰς οὐσίας εἶναι κεχωρισμένας, καὶ τὸν τρόπον τοῦτον ὡς λέγεται τὰ καθ᾽ ἕκαστα τῶν ὄντων, ἀναιρήσει τὴν οὐσίαν ὡς βουλόμεθα λέγειν: ἂν δέ τις θῇ τὰς οὐσίας χωριστάς, [20] πῶς θήσει τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς αὐτῶν; εἰ μὲν γὰρ καθ᾽ ἕκαστον καὶ μὴ καθόλου, τοσαῦτ᾽ ἔσται τὰ ὄντα ὅσαπερ τὰ στοιχεῖα, καὶ οὐκ ἐπιστητὰ τὰ στοιχεῖαἔστωσαν γὰρ αἱ μὲν ἐν τῇ φωνῇ συλλαβαὶ οὐσίαι τὰ δὲ στοιχεῖα αὐτῶν στοιχεῖα τῶν οὐσιῶν: ἀνάγκη δὴ τὸ ΒΑ ἓν εἶναι καὶ ἑκάστην [25] τῶν συλλαβῶν μίαν, εἴπερ μὴ καθόλου καὶ τῷ εἴδει αἱ αὐταὶ ἀλλὰ μία ἑκάστη τῷ ἀριθμῷ καὶ τόδε τι καὶ μὴ ὁμώνυμον: ἔτι δ᾽ αὐτὸ ἔστιν ἓν ἕκαστον τιθέασιν: εἰ δ᾽ αἱ συλλαβαί, οὕτω καὶ ἐξ ὧν εἰσίν: οὐκ ἔσται ἄρα πλείω ἄλφα ἑνός, οὐδὲ τῶν ἄλλων στοιχείων οὐθὲν κατὰ τὸν αὐτὸν λόγον [30] ὅνπερ οὐδὲ τῶν ἄλλων συλλαβῶν αὐτὴ ἄλλη καὶ ἄλλη: ἀλλὰ μὴν εἰ τοῦτο, οὐκ ἔσται παρὰ τὰ στοιχεῖα ἕτερα ὄντα, ἀλλὰ μόνον τὰ στοιχεῖα: ἔτι δὲ οὐδ᾽ ἐπιστητὰ τὰ στοιχεῖα: οὐ γὰρ καθόλου, δ᾽ ἐπιστήμη τῶν καθόλου: δῆλον δ᾽ ἐκ τῶν ἀποδείξεων καὶ τῶν ὁρισμῶν, οὐ γὰρ γίγνεται συλλογισμὸς [35] ὅτι τόδε τὸ τρίγωνον δύο ὀρθαῖς, εἰ μὴ πᾶν τρίγωνον δύο ὀρθαί, οὐδ᾽ ὅτι ὁδὶ ἄνθρωπος ζῷον, εἰ μὴ πᾶς ἄνθρωπος ζῷον):

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: