previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[994α] [1]

ἀλλὰ μὴν ὅτι γ᾽ ἔστιν ἀρχή τις καὶ οὐκ ἄπειρα τὰ αἴτια τῶν ὄντων οὔτ᾽ εἰς εὐθυωρίαν οὔτε κατ᾽ εἶδος, δῆλον. οὔτε γὰρ ὡς ἐξ ὕλης τόδ᾽ ἐκ τοῦδε δυνατὸν ἰέναι εἰς ἄπειρονοἷον σάρκα μὲν ἐκ γῆς, γῆν δ᾽ ἐξ ἀέρος, ἀέρα δ᾽ ἐκ πυρός, [5] καὶ τοῦτο μὴ ἵστασθαι), οὔτε ὅθεν ἀρχὴ τῆς κινήσεωςοἷον τὸν μὲν ἄνθρωπον ὑπὸ τοῦ ἀέρος κινηθῆναι, τοῦτον δ᾽ ὑπὸ τοῦ ἡλίου, τὸν δὲ ἥλιον ὑπὸ τοῦ νείκους, καὶ τούτου μηδὲν εἶναι πέρας): ὁμοίως δὲ οὐδὲ τὸ οὗ ἕνεκα εἰς ἄπειρον οἷόν τε ἰέναι, βάδισιν μὲν ὑγιείας ἕνεκα, ταύτην δ᾽ εὐδαιμονίας, τὴν δ᾽ εὐδαιμονίαν [10] ἄλλου, καὶ οὕτως ἀεὶ ἄλλο ἄλλου ἕνεκεν εἶναι: καὶ ἐπὶ τοῦ τί ἦν εἶναι δ᾽ ὡσαύτως. τῶν γὰρ μέσων, ὧν ἐστί τι ἔσχατον καὶ πρότερον, ἀναγκαῖον εἶναι τὸ πρότερον αἴτιον τῶν μετ᾽ αὐτό. εἰ γὰρ εἰπεῖν ἡμᾶς δέοι τί τῶν τριῶν αἴτιον, τὸ πρῶτον ἐροῦμεν: οὐ γὰρ δὴ τό γ᾽ ἔσχατον, οὐδενὸς γὰρ τὸ [15] τελευταῖον: ἀλλὰ μὴν οὐδὲ τὸ μέσον, ἑνὸς γάροὐθὲν δὲ διαφέρει ἓν πλείω εἶναι, οὐδ᾽ ἄπειρα πεπερασμένα). τῶν δ᾽ ἀπείρων τοῦτον τὸν τρόπον καὶ ὅλως τοῦ ἀπείρου πάντα τὰ μόρια μέσα ὁμοίως μέχρι τοῦ νῦν: ὥστ᾽ εἴπερ μηδέν ἐστι πρῶτον, ὅλως αἴτιον οὐδέν ἐστιν.

ἀλλὰ μὴν οὐδ᾽ ἐπὶ τὸ κάτω [20] οἷόν τε εἰς ἄπειρον ἰέναι, τοῦ ἄνω ἔχοντος ἀρχήν, ὥστ᾽ ἐκ πυρὸς μὲν ὕδωρ, ἐκ δὲ τούτου γῆν, καὶ οὕτως ἀεὶ ἄλλο τι γίγνεσθαι γένος. διχῶς γὰρ γίγνεται τόδε ἐκ τοῦδεμὴ ὡς τόδε λέγεται μετὰ τόδε, οἷον ἐξ Ἰσθμίων Ὀλύμπια, ἀλλ᾽ ὡς ἐκ παιδὸς ἀνὴρ μεταβάλλοντος ὡς ἐξ ὕδατος ἀήρ. [25] ὡς μὲν οὖν ἐκ παιδὸς ἄνδρα γίγνεσθαί φαμεν, ὡς ἐκ τοῦ γιγνομένου τὸ γεγονὸς ἐκ τοῦ ἐπιτελουμένου τὸ τετελεσμένονἀεὶ γάρ ἐστι μεταξύ, ὥσπερ τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις, οὕτω καὶ τὸ γιγνόμενον τοῦ ὄντος καὶ μὴ ὄντος: ἔστι γὰρ μανθάνων γιγνόμενος ἐπιστήμων, καὶ τοῦτ᾽ ἐστὶν λέγεται, [30] ὅτι γίγνεται ἐκ μανθάνοντος ἐπιστήμων): τὸ δ᾽ ὡς ἐξ ἀέρος ὕδωρ, φθειρομένου θατέρου. διὸ ἐκεῖνα μὲν οὐκ ἀνακάμπτει εἰς ἄλληλα,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: