previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δοκεῖ δὲ οὐχ ἧττον ἀνθρωπικὰ εἶναι τὰ ἄλογα πάθη, ὥστε καὶ αἱ πράξεις τοῦ ἀνθρώπου αἱ ἀπὸ θυμοῦ καὶ ἐπιθυμίας. ἄτοπον δὴ τὸ τιθέναι ἀκούσια ταῦτα.

διωρισμένων δὲ τοῦ τε ἑκουσίου καὶ τοῦ ἀκουσίου, περὶ προαιρέσεως ἕπεται διελθεῖν: οἰκειότατον γὰρ εἶναι δοκεῖ τῇ ἀρετῇ καὶ μᾶλλον τὰ ἤθη κρίνειν τῶν πράξεων. προαίρεσις δὴ ἑκούσιον μὲν φαίνεται, οὐ ταὐτὸν δέ, ἀλλ᾽ ἐπὶ πλέον τὸ ἑκούσιον: τοῦ μὲν γὰρ ἑκουσίου καὶ παῖδες καὶ τἆλλα ζῷα κοινωνεῖ, προαιρέσεως δ᾽ οὔ, καὶ τὰ ἐξαίφνης ἑκούσια μὲν λέγομεν, κατὰ προαίρεσιν δ᾽ οὔ. οἱ δὲ λέγοντες αὐτὴν ἐπιθυμίαν θυμὸν βούλησιν τινα δόξαν οὐκ ἐοίκασιν ὀρθῶς λέγειν. οὐ γὰρ κοινὸν προαίρεσις καὶ τῶν ἀλόγων, ἐπιθυμία δὲ καὶ θυμός. καὶ ἀκρατὴς ἐπιθυμῶν μὲν πράττει, προαιρούμενος δ᾽ οὔ: ἐγκρατὴς δ᾽ ἀνάπαλιν προαιρούμενος μέν, ἐπιθυμῶν δ᾽ οὔ. καὶ προαιρέσει μὲν ἐπιθυμία ἐναντιοῦται, ἐπιθυμία δ᾽ ἐπιθυμίᾳ οὔ. καὶ μὲν ἐπιθυμία ἡδέος καὶ ἐπιλύπου, προαίρεσις δ᾽ οὔτε λυπηροῦ οὔθ᾽ ἡδέος. θυμὸς δ᾽ ἔτι ἧττον: ἥκιστα γὰρ τὰ διὰ θυμὸν κατὰ προαίρεσιν εἶναι δοκεῖ. ἀλλὰ μὴν οὐδὲ βούλησίς γε, καίπερ σύνεγγυς φαινόμενον: προαίρεσις μὲν γὰρ οὐκ ἔστι τῶν ἀδυνάτων, καὶ εἴ τις φαίη προαιρεῖσθαι, δοκοίη ἂν ἠλίθιος εἶναι: βούλησις δ᾽ ἐστὶ καὶ τῶν ἀδυνάτων, οἷον ἀθανασίας. καὶ μὲν βούλησίς ἐστι καὶ περὶ τὰ μηδαμῶς δι᾽ αὑτοῦ πραχθέντα ἄν, οἷον ὑποκριτήν τινα νικᾶν ἀθλητήν: προαιρεῖται δὲ τὰ τοιαῦτα οὐδείς, ἀλλ᾽ ὅσα οἴεται γενέσθαι ἂν δι᾽ αὑτοῦ. ἔτι δ᾽ μὲν βούλησις τοῦ τέλους ἐστὶ μᾶλλον, δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος, οἷον ὑγιαίνειν βουλόμεθα, προαιρούμεθα δὲ δι᾽ ὧν ὑγιανοῦμεν, καὶ εὐδαιμονεῖν βουλόμεθα μὲν καὶ φαμέν, προαιρούμεθα δὲ λέγειν οὐχ ἁρμόζει: ὅλως γὰρ ἔοικεν προαίρεσις περὶ τὰ ἐφ᾽ ἡμῖν εἶναι. οὐδὲ δὴ δόξα ἂν εἴη: μὲν γὰρ δόξα δοκεῖ περὶ πάντα εἶναι, καὶ οὐδὲν ἧττον περὶ τὰ ἀίδια καὶ τὰ ἀδύνατα τὰ ἐφ᾽ ἡμῖν: καὶ τῷ ψευδεῖ καὶ ἀληθεῖ διαιρεῖται, οὐ τῷ κακῷ καὶ ἀγαθῷ, προαίρεσις δὲ τούτοις μᾶλλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: