previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1461β] ὅτι ἔνιοι ἀλόγως προϋπολαμβάνουσί τι καὶ αὐτοὶ καταψηφισάμενοι συλλογίζονται, καὶ ὡς εἰρηκότος τι δοκεῖ ἐπιτιμῶσιν, ἂν ὑπεναντίον τῇ αὑτῶν οἰήσει. τοῦτο δὲ πέπονθε τὰ περὶ Ἰκάριον. οἴονται γὰρ αὐτὸν Λάκωνα [5] εἶναι: ἄτοπον οὖν τὸ μὴ ἐντυχεῖν τὸν Τηλέμαχον αὐτῷ εἰς Λακεδαίμονα ἐλθόντα. τὸ δ᾽ ἴσως ἔχει ὥσπερ οἱ Κεφαλλῆνές φασι: παρ᾽ αὑτῶν γὰρ γῆμαι λέγουσι τὸν Ὀδυσσέα καὶ εἶναι Ἰκάδιον ἀλλ᾽ οὐκ Ἰκάριον: δι᾽ ἁμάρτημα δὲ τὸ πρόβλημαεἰκός ἐστιν†.

ὅλως δὲ τὸ ἀδύνατον μὲν πρὸς τὴν [10] ποίησιν πρὸς τὸ βέλτιον πρὸς τὴν δόξαν δεῖ ἀνάγειν. πρός τε γὰρ τὴν ποίησιν αἱρετώτερον πιθανὸν ἀδύνατον ἀπίθανον καὶ δυνατόν: . . . τοιούτους εἶναι οἷον Ζεῦξις ἔγραφεν, ἀλλὰ βέλτιον: τὸ γὰρ παράδειγμα δεῖ ὑπερέχειν.

πρὸς φασιν τἄλογα: οὕτω τε καὶ ὅτι ποτὲ οὐκ ἄλογόν [15] ἐστιν: εἰκὸς γὰρ καὶ παρὰ τὸ εἰκὸς γίνεσθαι. τὰ δ᾽ ὑπεναντίως εἰρημένα οὕτω σκοπεῖν ὥσπερ οἱ ἐν τοῖς λόγοις ἔλεγχοι εἰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως, ὥστε καὶαὐτὸν πρὸς αὐτὸς λέγει ἂν φρόνιμος ὑποθῆται. ὀρθὴ δ᾽ ἐπιτίμησις καὶ ἀλογίᾳ καὶ μοχθηρίᾳ, ὅταν μὴ [20] ἀνάγκης οὔσης μηθὲν χρήσηται τῷ ἀλόγῳ, ὥσπερ Εὐριπίδης τῷ Αἰγεῖ, τῇ πονηρίᾳ, ὥσπερ ἐν Ὀρέστῃ <τῇ> τοῦ Μενελάου.

τὰ μὲν οὖν ἐπιτιμήματα ἐκ πέντε εἰδῶν φέρουσιν: γὰρ ὡς ἀδύνατα ὡς ἄλογα ὡς βλαβερὰ ὡς ὑπεναντία ὡς παρὰ τὴν ὀρθότητα τὴν κατὰ τέχνην. αἱ δὲ λύσεις ἐκ τῶν [25] εἰρημένων ἀριθμῶν σκεπτέαι. εἰσὶν δὲ δώδεκα.

πότερον δὲ βελτίων ἐποποιικὴ μίμησις τραγική, διαπορήσειεν ἄν τις. εἰ γὰρ ἧττον φορτικὴ βελτίων, τοιαύτη δ᾽ πρὸς βελτίους θεατάς ἐστιν ἀεί, λίαν δῆλον ὅτι ἅπαντα μιμουμένη φορτική: ὡς γὰρ οὐκ αἰσθανομένων [30] ἂν μὴ αὐτὸς προσθῇ, πολλὴν κίνησιν κινοῦνται, οἷον οἱ φαῦλοι αὐληταὶ κυλιόμενοι ἂν δίσκον δέῃ μιμεῖσθαι, καὶ ἕλκοντες τὸν κορυφαῖον ἂν Σκύλλαν αὐλῶσιν. μὲν οὖν τραγῳδία τοιαύτη ἐστίν, ὡς καὶ οἱ πρότερον τοὺς ὑστέρους αὐτῶν ᾤοντο ὑποκριτάς: ὡς λίαν γὰρ ὑπερβάλλοντα πίθηκον Μυννίσκος [35] τὸν Καλλιππίδην ἐκάλει, τοιαύτη δὲ δόξα καὶ περὶ Πινδάρου ἦν:

load focus English (1932)
hide References (15 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: