previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ πλοῦτος οἷον τιμή τις τῆς ἀξίας τῶν ἄλλων, διὸ φαίνεται ὤνια ἅπαντα εἶναι αὐτοῦ), [2] καὶ τρυφεροὶ καὶ σαλάκωνες, τρυφεροὶ μὲν διὰ τὴν τροφὴν καὶ τὴν ἔνδειξιν τῆς εὐδαιμονίας, σαλάκωνες δὲ καὶ σόλοικοι διὰ τὸ πάντας εἰωθέναι
διατρίβειν περὶ τὸ ἐρώμενον καὶ θαυμαζόμενον ὑπ᾽ αὐτῶν. καὶ τὸ οἴεσθαι ζηλοῦν τοὺς ἄλλους καὶ αὐτοί. ἅμα δὲ καὶ εἰκότως τοῦτο πάσχουσινπολλοὶ γάρ εἰσιν οἱ δεόμενοι τῶν ἐχόντων: ὅθεν καὶ τὸ Σιμωνίδου εἴρηται περὶ τῶν σοφῶν καὶ πλουσίων πρὸς τὴν γυναῖκα τὴν Ἱέρωνος ἐρομένην πότερον
γενέσθαι κρεῖττον πλούσιον σοφόν: “πλούσιονεἰπεῖν: τοὺς σοφοὺς γὰρ ἔφη ὁρᾶν ἐπὶ ταῖς τῶν πλουσίων θύραις διατρίβοντας), [3] καὶ τὸ οἴεσθαι ἀξίους εἶναι ἄρχειν: ἔχειν γὰρ οἴονται ὧν ἕνεκεν ἄρχειν ἄξιον. καὶ ὡς ἐν κεφαλαίῳ, ἀνοήτου εὐδαίμονος ἦθος ἦθος πλούτου ἐστίν. [4] διαφέρει δὲ τοῖς
νεωστὶ κεκτημένοις καὶ τοῖς πάλαι τὰ ἤθη τῷ ἅπαντα μᾶλλον καὶ φαυλότερα τὰ κακὰ ἔχειν τοὺς νεοπλούτουςὥσπερ γὰρ ἀπαιδευσία πλούτου ἐστὶ τὸ νεόπλουτον εἶναι), καὶ ἀδικήματα ἀδικοῦσιν οὐ κακουργικά, ἀλλὰ τὰ μὲν ὑβριστικὰ τὰ δὲ ἀκρατευτικά, οἷον εἰς αἰκίαν καὶ μοιχείαν.
17.

ὁμοίως δὲ καὶ περὶ δυνάμεως σχεδὸν τὰ πλεῖστα φανερά ἐστιν ἤθη. τὰ μὲν γὰρ τὰ αὐτὰ ἔχει δύναμις τῷ πλούτῳ τὰ δὲ βελτίω: [2] φιλοτιμότεροι γὰρ καὶ ἀνδρωδέστεροί εἰσιν τὰ ἤθη οἱ δυνάμενοι τῶν πλουσίων διὰ τὸ ἐφίεσθαι ἔργων ὅσα ἐξουσία αὐτοῖς πράττειν διὰ τὴν δύναμιν, [3] καὶ σπουδαστικώτεροι
διὰ τὸ ἐν ἐπιμελείᾳ εἶναι, ἀναγκαζόμενοι σκοπεῖν τὰ περὶ τὴν δύναμιν, [4] καὶ σεμνότεροι βαρύτεροι: ποιεῖ γὰρ σεμνοτέρους τὸ ἀξίωμα, διὸ μετριάζουσιν, ἔστι δὲ σεμνότης μαλακὴ καὶ εὐσχήμων βαρύτης: κἂν ἀδικῶσιν, οὐ μικραδικηταί εἰσιν ἀλλὰ μεγαλάδικοι.
[5]

δ᾽ εὐτυχία κατὰ μόριά τε τῶν εἰρημένων ἔχει τὰ ἤθηεἰς γὰρ ταῦτα συντείνουσιν αἱ μέγισται δοκοῦσαι εἶναι εὐτυχίαι), καὶ ἔτι εἰς εὐτεκνίαν καὶ τὰ κατὰ τὸ σῶμα ἀγαθὰ παρασκευάζει εὐτυχία πλεονεκτεῖν. [6]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
hide References (1 total)
  • Commentary references to this page (1):
    • J. Adam, A. M. Adam, Commentary on Plato, Protagoras, CHAPTER XXVI
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: