Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐδέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπώτερον ἢ τοῖς αὐτοῖς ἔθεσιν ἐπιτιμᾶν τε καὶ χρῆσθαι τοὺς δημηγοροῦντας. τὸ γὰρ στασιάζειν πρὸς αὑτοὺς καὶ κατηγορεῖν ἀλλήλων ἄνευ κρίσεως, οὐδείς ἐστιν οὕτως ἀγνώμων ὅστις οὐ φήσειεν ἂν βλάβην εἶναι τοῖς πράγμασιν. ἐγὼ δ᾽ οἴομαι τούτους μὲν ἂν εἶναι βελτίους, εἰ τὴν πρὸς αὑτοὺς φιλονικίαν ἐπὶ τοὺς τῆς πόλεως ἐχθροὺς τρέψαντες ἐδημηγόρουν: ὑμῖν δὲ παραινῶ μὴ συστασιάζειν μηδετέροις τούτων, μηδ᾽ ὅπως ἅτεροι κρατήσουσι σκοπεῖν, ἀλλ᾽ ὅπως ὑμεῖς ἅπαντες τῶν ἐχθρῶν περιέσεσθε.