previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐχὶ τὸν αὐτὸν εἶναι καιρὸν ὑπείληφ᾽, ἄνδρες Ἀθηναῖοι, τοῦ τε χαρίζεσθαι καὶ τοῦ τὰ δοκοῦντά μοι βέλτιστα παραινεῖν. πολλάκις γὰρ ὁρῶ τὸ χαρίζεσθαί τι παρὰ γνώμην πλείον᾽ ἀπέχθειαν ἐνεγκὸν τοῦ τὸ πρῶτον ἐναντιωθῆναι. εἰ μὲν οὖν ἅπαντες ἐγιγνώσκετε ταὐτά, οὔτ᾽ ἄν, εἴ μοι τὰ δέοντ᾽ ἐδοκεῖτε προαιρεῖσθαι, παρῆλθον, περίεργον ἡγούμενος τοῖς ἀφ᾽ αὑτῶν χρὴ ποιοῦσι λέγειν, οὔτ᾽ ἂν εἰ τοὐναντίον: μᾶλλον γὰρ ἂν ἡγησάμην ἕν᾽ ὄντ᾽ ἐμαυτὸν ἀγνοεῖν τὰ κράτιστ᾽ πάντας ὑμᾶς. [2] ἐπειδὴ δ᾽ ὁρῶ τινὰς ὑμῶν ταὐτὰ μὲν γιγνώσκοντας ἐμοί, τἀναντία δ᾽ ἄλλοις, πειράσομαι μετὰ τούτων τοὺς ἑτέρους πεῖσαι. εἰ μὲν οὖν οἰήσεσθε δεῖν μὴ 'θέλειν ἀκούειν, οὐκ ὀρθῶς ποιήσετε: ἂν δ᾽ ἀκούσητε σιωπῇ καὶ τοῦθ᾽ ὑπομείνητε, δυοῖν ἀγαθοῖν θάτερον ὑμῖν ὑπάρξει: γὰρ πεισθήσεσθε, ἄν τι δοκῶμεν λέγειν συμφέρον, βεβαιότερον περὶ ὧν ἐγνώκατ᾽ ἔσεσθε πεπεισμένοι. ἂν γάρ, οἷς τι διαμαρτάνειν οἰόμεθ᾽ ἡμεῖς ὑμᾶς, ταῦτα μηδενὸς ἄξια φανῇ, μετ᾽ ἐλέγχου τὰ δεδογμένα νῦν ὑμεῖς ἔσεσθ᾽ ᾑρημένοι.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: