previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἶμαι πάντας ἂν ὑμᾶς, ἄνδρες Ἀθηναῖοι, φῆσαι, βέλτισθ᾽ ἕκαστος ἡγεῖται τῇ πόλει, βούλεσθαι ταῦτα πραχθῆναι. συμβαίνει δέ γε μὴ κατὰ ταὐτὸ κεκρίσθαι παρὰ πᾶσι τὸ βέλτιστον: οὐ γὰρ ἂν ὑμῶν οἱ μὲν λέγειν, οἱ δὲ μὴ λέγειν ἐκέλευον. πρὸς μὲν τοίνυν τοὺς ὑπειληφότας ταῦτα συμφέρειν οὐδενὸς δεῖ λόγου τῷ μέλλοντι λέγειν: πεπεισμένοι γὰρ ὑπάρχουσι: πρὸς δὲ τοὺς τἀναντία συμφέρειν ἡγουμένους βραχέ᾽ εἰπεῖν βούλομαι. [2] μὴ 'θέλουσι μὲν οὖν ἀκούειν οὐκ ἔνι δήπου μαθεῖν, οὐδὲν μᾶλλον σιωπῶσιν μηδενὸς λέγοντος: ἀκούσασιν δὲ δυοῖν ἀγαθοῖν οὐκ ἔνι θατέρου διαμαρτεῖν. γὰρ πεισθέντες πάντες καὶ ταὔτ᾽ ἐγνωκότες κοινότερον βουλεύσεσθε, οὗ μεῖζον εἰς τὰ παρόντ᾽ οὐδὲν ἂν γένοιτ᾽ ἀγαθόν, μὴ δυνηθέντος τοῦ λέγοντος διδάξαι βεβαιότερον τοῖς ἐγνωσμένοις πιστεύσετε. [3] χωρὶς δὲ τούτων οὐδὲ καλὴν ὑποψίαν ἔχει ἥκειν μὲν εἰς τὴν ἐκκλησίαν ὡς ἐκ τῶν ῥηθησομένων τὸ κράτιστον ἑλέσθαι δέον, φανῆναι δέ, πρὶν ἐκ τῶν λόγων δοκιμάσαι, παρ᾽ ὑμῖν αὐτοῖς τι πεπεισμένους, καὶ τοῦθ᾽ οὕτως ἰσχυρὸν ὥστε μηδ᾽ ἐθέλειν παρὰ ταῦτ᾽ ἀκούειν.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: