Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[149]
ὑμῖν δὲ τοιοῦτο μὲν οὐδὲν οὔτ᾽ ἦν μήτε γένοιτο τοῦ λοιποῦ, τοῦτο δ᾽ ἦν τὸ δεινότατον τοῦ πρὸς Φίλιππον πολέμου: οὐκ ἐδύνασθε κακῶς ἡλίκ᾽ ἐβούλεσθε ποιεῖν ἐκεῖνον: τοῦ δὲ μὴ πάσχειν αὐτοὶ πᾶσαν ἄδειαν ἤγετε. τί ποτ᾽ οὖν ἐκ τῆς αὐτῆς εἰρήνης τοῖς μὲν Θηβαίοις, τοῖς τοσοῦτο κρατουμένοις τῷ πολέμῳ, καὶ τὰ ἑαυτῶν κομίσασθαι καὶ τὰ τῶν ἐχθρῶν προσλαβεῖν γέγονε, τοῖς δ᾽ Ἀθηναίοις ὑμῖν, καὶ ἃ τῷ πολέμῳ διεσῴζετο, ταῦτ᾽ ἐπὶ τῆς εἰρήνης ἀπολωλεκέναι; ὅτι τἀκείνων μὲν οὐκ ἀπέδονθ᾽ οἱ πρέσβεις, τὰ δ᾽ ὑμέτερ᾽ οὗτοι πεπράκασιν. ἀλλὰ νὴ Δία τοὺς συμμάχους ἀπειρηκέναι φήσει τῷ πολέμῳ ... ὅτι γὰρ ταῦθ᾽ οὕτω πέπρακται, καὶ ἐκ τῶν ἐπιλοίπων ἔτι μᾶλλον εἴσεσθε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.