Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[215]
οὐκοῦν ἐγὼ μέν, ἐκ τοῦ μηδὲν ἐμαυτῷ συνειδέναι, καὶ λόγον διδόναι καὶ πάντα τἀκ τῶν νόμων ὑπέχειν ᾤμην δεῖν, οὗτος δὲ τἀναντία. πῶς οὖν ταὔτ᾽ ἐμοὶ καὶ τούτῳ πέπρακται; ἢ πῶς ἔνεστι τούτῳ ταῦτα πρὸς ὑμᾶς λέγειν, ἃ μηδ᾽ ᾐτίαται πρότερον πώποτε; οὐδαμῶς δήπου. ἀλλ᾽ ὅμως ἐρεῖ, καὶ νὴ Δί᾽ εἰκότως γε. ἴστε γὰρ δήπου τοῦθ᾽, ὅτι ἀφ᾽ οὗ γεγόνασιν ἄνθρωποι καὶ κρίσεις γίγνονται, οὐδεὶς πώποθ᾽ ὁμολογῶν ἀδικεῖν ἑάλω, ἀλλ᾽ ἀναισχυντοῦσιν, ἀρνοῦνται, ψεύδονται, προφάσεις πλάττονται, πάντα ποιοῦσιν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.