Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[219]
προειδότες καὶ προακηκοότες παρὰ τούτων καὶ τοὺς συμμάχους ἀπολουμένους καὶ Θηβαίους ἰσχυροὺς γενησομένους καὶ τἀπὶ Θρᾴκης Φίλιππον ληψόμενον καὶ ἐν Εὐβοίᾳ κατασκευασθησόμεν᾽ ὁρμητήρι᾽ ἐφ᾽ ὑμᾶς καὶ πάνθ᾽ ἃ πέπρακται γενησόμενα, εἶτα τὴν εἰρήνην ἐποιήσασθ᾽ ἀγαπητῶς, ἀποψηφίσασθ᾽ Αἰσχίνου, καὶ μὴ πρὸς τοσούτοις αἰσχροῖς καὶ ἐπιορκίαν προσκτήσησθε: οὐδὲν γὰρ ὑμᾶς ἀδικεῖ, ἀλλ᾽ ἐγὼ μαίνομαι καὶ τετύφωμαι νῦν κατηγορῶν αὐτοῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.