Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[288]
καὶ μὴν εἰς ὅσην ἀτιμίαν τὴν πόλιν ἡμῶν ἡ τούτου πονηρία καὶ ψευδολογία καταστήσασ᾽ ἔχει, πάντα τἄλλ᾽ ἀφείς, ὃ πάντες ὑμεῖς ἴστ᾽ ἐρῶ. πρότερον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τί παρ᾽ ὑμῖν ἐψήφισται, τοῦτ᾽ ἐπετήρουν οἱ ἄλλοι πάντες Ἕλληνες: νῦν δ᾽ ἤδη περιερχόμεθ᾽ ἡμεῖς τί δέδοκται τοῖς ἄλλοις σκοποῦντες, καὶ ὠτακουστοῦντες τί τὰ τῶν Ἀρκάδων, τί τὰ τῶν Ἀμφικτυόνων, ποῖ πάρεισι Φίλιππος, ζῇ ἢ τέθνηκεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.