Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[333]
ἐγὼ γὰρ Αἰσχίνην οὐδενὸς αἰτιῶμαι τῶν ἐν τῷ πολέμῳ πραχθέντων (τούτων γάρ εἰσιν οἱ στρατηγοὶ ὑπεύθυνοι), οὐδὲ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην, ἀλλ᾽ ἄχρι τούτου πάντ᾽ ἀφίημι. τί οὖν λέγω καὶ πόθεν ἄρχομαι κατηγορεῖν; τοῦ ποιουμένης τῆς πόλεως εἰρήνην Φιλοκράτει συνειπεῖν, ἀλλὰ μὴ τοῖς τὰ βέλτιστα γράφουσι, καὶ τοῦ δῶρ᾽ εἰληφέναι, τοῦ μετὰ ταῦτ᾽ ἐπὶ τῆς ὑστέρας πρεσβείας τοὺς χρόνους κατατρῖψαι καὶ μηδὲν ὧν προσετάξαθ᾽ ὑμεῖς ποιῆσαι, τοῦ φενακίσαι τὴν πόλιν καὶ παραστήσαντ᾽ ἐλπίδας, ὡς ὅσα βουλόμεθ᾽ ἡμεῖς Φίλιππος πράξει, πάντ᾽ ἀπολωλεκέναι, τοῦ μετὰ ταῦθ᾽, ἑτέρων προλεγόντων φυλάττεσθαι τὸν τοσαῦτ᾽ ἠδικηκότα, τοῦτον ἐκείνῳ συνηγορεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.