Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[70]
ἵνα τοίνυν εἰδῆθ᾽ ὅτι καὶ κατάρατός ἐστιν ὑφ᾽ ὑμῶν, καὶ οὐδ᾽ ὅσιον ὑμῖν οὐδ᾽ εὐσεβές ἐστι τοιαῦτ᾽ ἐψευσμένον αὐτὸν ἀφεῖναι, λέγε τὴν ἀρὰν καὶ ἀνάγνωθι λαβὼν τὴν ἐκ τοῦ νόμου ταυτηνί.“Ἀρά”ταῦθ᾽ ὑπὲρ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καθ᾽ ἑκάστην τὴν ἐκκλησίαν ὁ κῆρυξ εὔχεται νόμῳ προστεταγμένα, καὶ ὅταν ἡ βουλὴ καθῆται, παρ᾽ ἐκείνῃ πάλιν. καὶ ταῦτ᾽ οὐκ ἔνεστιν εἰπεῖν τούτῳ ὡς οὐκ εὖ ᾔδει: ὑπογραμματεύων γὰρ ὑμῖν καὶ ὑπηρετῶν τῇ βουλῇ αὐτὸς ἐξηγεῖτο τὸν νόμον τοῦτον τῷ κήρυκι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.