Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
εἰ μὲν γὰρ ἄλλον τιν᾽ ἀγῶν᾽ ἀγωνιζομένου σου ταῦτα κατηγοροῦμεν, δικαίως ἂν ἠγανάκτεις: εἰ δ᾽ ὁ μὲν νῦν ἐνεστηκὼς ἀγών ἐστιν παρανόμων, οἱ νόμοι δ᾽ οὐκ ἐῶσι λέγειν οὐδὲ τὰ ἔννομα τοὺς οὕτω βεβιωκότας, ἡμεῖς δ᾽ ἐπιδείκνυμεν οὐ μόνον εἰρηκότ᾽ αὐτὸν παράνομα, ἀλλὰ καὶ βεβιωκότα παρανόμως, πῶς οὐχὶ προσήκει λέγειν περὶ τούτου τοῦ νόμου δι᾽ οὗ ταῦτ᾽ ἐλέγχεται;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.