Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[193]
χωρὶς δὲ τούτων, εἰ μὲν ἐχθρὸς ὢν κακῶς ἐποίει, φίλος δὲ φήσας μετεβέβλητο, τάχ᾽ ἂν ταῦτά τις ἤκουεν: ἐπειδὴ δ᾽ οὐ τοιοῦτ᾽ ἐστίν, ἀλλ᾽ ἐξ οὗ φίλος εἶναι προσποιεῖται, ἐκ τούτου πλεῖσθ᾽ ὑμᾶς ἐξηπάτηκεν, εἰ μὴ καὶ δι᾽ ἐκεῖνα μισεῖν, διά γε ταῦτ᾽ ἀπιστεῖν δήπου προσήκει. καὶ μὴν περὶ τοῦ γε μὴ μνησικακεῖν ἔγωγ᾽ ὡδί πως λέγω: ὁ μὲν εἵνεκα τοῦ κακόν τι ποιεῖν τὰ τοιαῦτ᾽ ἐξετάζων μνησικακεῖ, ὁ δ᾽ ὑπὲρ τοῦ μὴ παθεῖν, ἀλλὰ φυλάξασθαι σκοπῶν σωφρονεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.