Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[115]
ᾤετο γὰρ δεῖν τόν γε τὰ αἴσχρ᾽ ἔργ᾽ ἐργαζόμενον μὴ ἃ ὑφείλετο μόνον ἀποδόντ᾽ ἀπηλλάχθαι (πολλοὶ γὰρ ἂν αὐτῷ ἐδόκουν οὕτω γ᾽ οἱ κλέπται ἔσεσθαι, εἰ μέλλοιεν λαθόντες μὲν ἕξειν, μὴ λαθόντες δ᾽ αὐτὰ μόνον καταθήσειν), ἀλλὰ ταῦτα μὲν διπλάσια καταθεῖναι, δεθέντα δὲ πρὸς τούτῳ τῷ τιμήματι ἐν αἰσχύνῃ ζῆν ἤδη τὸν ἄλλον βίον. ἀλλ᾽ οὐ Τιμοκράτης, ἀλλ᾽ ὅπως ἁπλᾶ μέν, ἃ δεῖ διπλάσια, καταθήσουσιν παρεσκεύασε, μηδ᾽ ὁτιοῦν δ᾽ ἐπιτίμιον ἔσται πρὸς τούτοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.