Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
ἐκ τούτων ἕνα, ἡνίχ᾽ οὗτος ἔπραττεν ὅπως ἡ ναῦς μὴ καταπλεύσεται δεῦρο, πρεσβευτὴν ἐκ βουλῆς τινα λαμβάνομεν γνώριμον οὑτωσί, ὅ τι δ᾽ ἦν οὐκ εἰδότες, ἀτύχημ᾽ οὐδὲν ἔλαττον, εἰ οἷόν τ᾽ εἰπεῖν, ἀτυχήσαντες ἢ τὸ ἐξ ἀρχῆς πονηροῖς ἀνθρώποις συμμεῖξαι. οὗτος ὁ πεμφθεὶς ὑφ᾽ ἡμῶν (Ἀριστοφῶν ὄνομ᾽ αὐτῷ), ὃς καὶ τὰ τοῦ Μικκαλίωνος πράγματ᾽ ἐσκευώρηται (ταῦτα γὰρ νῦν ἀκούομεν), ἠργολάβηκεν αὐτὸς καὶ κατεπήγγελται τουτῳί, καὶ ὅλως ἐστὶν ὁ πάντα πράττων οὗτος: ὁδὶ δ᾽ ἅσμενος δέδεκται ταῦτα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.