Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Ζηνόθεμις γὰρ οὑτοσί, ὢν ὑπηρέτης Ἡγεστράτου τοῦ ναυκλήρου, ὃν καὶ αὐτὸς ἔγραψεν ἐν τῷ ἐγκλήματι ὡς ἐν τῷ πελάγει ἀπώλετο (πῶς δέ, οὐ προσέγραψεν, ἀλλ᾽ ἐγὼ φράσω), ἀδίκημα τοιουτονὶ μετ᾽ ἐκείνου συνεσκευάσατο. χρήματ᾽ ἐν ταῖς Συρακούσαις ἐδανείζεθ᾽ οὗτος κἀκεῖνος. ὡμολόγει δ᾽ ἐκεῖνος μὲν πρὸς τοὺς τούτῳ δανείζοντας, εἴ τις ἔροιτο, ἐνεῖναι σῖτον ἐν τῇ νηὶ τούτῳ πολύν, οὗτος δὲ πρὸς τοὺς ἐκείνῳ τὸν γόμον οἰκεῖον ἔχειν αὐτὸν τῆς νεώς: ὢν δ᾽ ὁ μὲν ναύκληρος, ὁ δ᾽ ἐπιβάτης, ἐπιστεύοντ᾽ εἰκότως ἃ περὶ ἀλλήλων ἔλεγον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.