Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
εἶτ᾽ ἐν μὲν τοῖς νόμοις οὕτως: ἂν δ᾽ εἴπῃ Κόνων ‘ἰθύφαλλοί τινές ἐσμεν ἡμεῖς συνειλεγμένοι, καὶ ἐρῶντες οὓς ἂν ἡμῖν δόξῃ παίομεν καὶ ἄγχομεν’, εἶτα γελάσαντες ὑμεῖς ἀφήσετε; οὐκ οἴομαί γε. οὐ γὰρ ἂν γέλως ὑμῶν ἔλαβεν οὐδένα, εἰ παρὼν ἐτύγχανεν ἡνίχ᾽ εἱλκόμην καὶ ἐξεδυόμην καὶ ὑβριζόμην, καὶ ὑγιὴς ἐξελθὼν φοράδην ἦλθον οἴκαδε, ἐξεπεπηδήκει δὲ μετὰ ταῦθ᾽ ἡ μήτηρ, καὶ κραυγὴ καὶ βοὴ τῶν γυναικῶν τοσαύτη παρ᾽ ἡμῖν ἦν ὡσπερανεὶ τεθνεῶτός τινος, ὥστε τῶν γειτόνων τινὰς πέμψαι πρὸς ἡμᾶς ἐρησομένους ὅ τι ἐστὶν τὸ συμβεβηκός.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.