Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
καίτοι μ᾽ οὐ λέληθεν ὅτι χαλεπὸν μέν ἐστιν καὶ τὴν σὴν φύσιν ἀξίως τῶν ὑπαρχόντων διελθεῖν, ἔτι δ᾽ ἐπικινδυνότερον τὸ συμβουλεύειν μέλλονθ᾽ αὑτὸν ὑπεύθυνον τῷ πεισθέντι καταστῆσαι. ἀλλὰ νομίζω τοῖς μὲν δικαίως ἐγκωμίων τυγχάνουσιν περιγενέσθαι τῆς τῶν ἐπαινούντων δυνάμεως προσήκειν τῇ τῆς ἀληθείας ὑπερβολῇ, τῆς δὲ συμβουλῆς οὐ διαμαρτήσεσθαι, συνειδὼς ὅτι διὰ μὲν ἀνοήτων καὶ παντελῶς ὑπ᾽ ἀκρασίας διεφθαρμένων οὐδὲ τῶν καθ᾽ ὑπερβολὴν ὀρθῶς βουλευθέντων οὐδὲν ἂν καλῶς ἐξενεχθείη, διὰ δὲ τῶν σωφρόνως καὶ καθαρῶς ζῆν αἱρουμένων οὐδὲ τὰ μετρίως ἐσκεμμένα διαμαρτάνεσθαι πέφυκεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.