previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τῇ μέσης ἀποτομῇ σύμμετρος μέσης ἀποτομή ἐστι καὶ τῇ τάξει αὐτή.

ἔστω μέσης ἀποτομὴ ΑΒ, καὶ τῇ ΑΒ μήκει σύμμετρος ἔστω ΓΔ: λέγω, ὅτι καὶ ΓΔ μέσης ἀποτομή
5ἐστι καὶ τῇ τάξει αὐτὴ τῇ ΑΒ.

ἐπεὶ γὰρ μέσης ἀποτομή ἐστιν ΑΒ, ἔστω αὐτῇ προσαρμόζουσα ΕΒ. αἱ ΑΕ, ΕΒ ἄρα μέσαι εἰσὶ δυνάμει μόνον σύμμετροι. καὶ γεγονέτω ὡς ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ΒΕ πρὸς
10τὴν ΔΖ: σύμμετρος ἄρα ἐστὶ καὶ ΑΕ τῇ ΓΖ, δὲ ΒΕ τῇ ΔΖ. αἱ δὲ ΑΕ, ΕΒ μέσαι εἰσὶ δυνάμει μόνον σύμμετροι: καὶ αἱ ΓΖ, ΖΔ ἄρα μέσαι εἰσὶ δυνάμει μόνον σύμμετροι: μέσης ἄρα ἀποτομή ἐστιν ΓΔ.
15

λέγω δή, ὅτι καὶ τῇ τάξει ἐστὶν αὐτὴ τῇ ΑΒ.
15

ἐπεὶ γάρ ἐστιν ὡς ΑΕ πρὸς τὴν ΕΒ, οὕτως ΓΖ πρὸς τὴν ΖΔ ἀλλ᾽ ὡς μὲν ΑΕ πρὸς τὴν ΕΒ, οὕτως τὸ ἀπὸ τῆς ΑΕ πρὸς τὸ ὑπὸ τῶν ΑΕ, ΕΒ, ὡς δὲ ΓΖ πρὸς τὴν ΖΔ, οὕτως τὸ ἀπὸ τῆς ΓΖ πρὸς τὸ ὑπὸ τῶν
20ΓΖ, ΖΔ, ἔστιν ἄρα καὶ ὡς τὸ ἀπὸ τῆς ΑΕ πρὸς τὸ ὑπὸ τῶν ΑΕ, ΕΒ, οὕτως τὸ ἀπὸ τῆς ΓΖ πρὸς τὸ ὑπὸ τῶν ΓΖ, ΖΔ καὶ ἐναλλὰξ ὡς τὸ ἀπὸ τῆς ΑΕ πρὸς τὸ ἀπὸ τῆς ΓΖ, οὕτως τὸ ὑπὸ τῶν ΑΕ, ΕΒ πρὸς τὸ ὑπὸ τῶν ΓΖ, ΖΔ. σύμμετρον δὲ τὸ ἀπὸ τῆς ΑΕ τῷ ἀπὸ τῆς ΓΖ:
25σύμμετρον ἄρα ἐστὶ καὶ τὸ ὑπὸ τῶν ΑΕ, ΕΒ τῷ ὑπὸ τῶν ΓΖ, ΖΔ. εἴτε οὖν ῥητόν ἐστι τὸ ὑπὸ τῶν ΑΕ, ΕΒ, ῥητὸν ἔσται καὶ τὸ ὑπὸ τῶν ΓΖ, ΖΔ, εἴτε μέσον ἐστὶ τὸ ὑπὸ τῶν ΑΕ, ΕΒ, μέσον ἐστὶ καὶ τὸ ὑπὸ τῶν ΓΖ, ΖΔ.
30

μέσης ἄρα ἀποτομή ἐστιν ΓΔ καὶ τῇ τάξει αὐτὴ τῇ ΑΒ: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: