Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
σὺν δ᾽ ἐποιμαίνοντο χαρᾷ μελέων βαλιαί τε λύγκες,
580ἔβα δὲ λιποῦσ᾽ Ὄθρυος νάπαν λεόντων
ἁ δαφοινὸς ἴλα:
χόρευσε δ᾽ ἀμφὶ σὰν κιθάραν,
Φοῖβε, ποικιλόθριξ
585νεβρὸς ὑψικόμων πέραν
βαίνουσ᾽ ἐλατᾶν σφυρῷ κούφῳ,
χαίρουσ᾽ εὔφρονι μολπᾷ.