Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἐγὼ καὶ διὰ μούσας
καὶ μετάρσιος ᾖξα, καὶ
πλείστων ἁψάμενος λόγων
965κρεῖσσον οὐδὲν Ἀνάγκας
ηὗρον οὐδέ τι φάρμακον
Θρῄσσαις ἐν σανίσιν, τὰς
Ὀρφεία κατέγραψεν
γῆρυς, οὐδ᾽ ὅσα Φοῖβος Ἀ-
970σκληπιάδαις ἔδωκε
φάρμακα πολυπόνοις
ἀντιτεμὼν βροτοῖσιν.