previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

875ὀτοτοτοτοτοῖ, στέναξον: ἀποκείρεται
σὸν ἄνθος πόλεος, Διὸς ἔκγονος:
μέλεος Ἑλλάς, τὸν εὐεργέταν
ἀποβαλεῖς, ὀλεῖς μανίαισιν Λύσσας
χορευθέντ᾽ ἐναύλοις.
880βέβακεν ἐν δίφροισιν πολύστονος,
ἅρμασι δ᾽ ἐνδίδωσι
κέντρον ὡς ἐπὶ λώβᾳ
Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις
ὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός.
885ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων,
ταχὺ δὲ πρὸς πατρὸς τέκν᾽ ἐκπνεύσεται.


Ἀμφιτρύων

ἰώ μοι μέλεος.


Χορός

ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα
λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ
890κακοῖσιν ἐκπετάσουσιν.


Ἀμφιτρύων

ἰὼ στέγαι.


Χορός

κατάρχεται χόρευμα τυμπάνων ἄτερ,
οὐ βρομίῳ κεχαρισμένα θύρσῳ ...


Ἀμφιτρύων

ἰὼ δόμοι.


Χορός

πρὸς αἵματ᾽, οὐχὶ τᾶς Διονυσιάδος
895βοτρύων ἐπὶ χεύμασι λοιβᾶς.


Ἀμφιτρύων

φυγῇ, τέκν᾽, ἐξορμᾶτε.


Χορός
δάιον τόδε
δάιον μέλος ἐπαυλεῖται.
κυναγετεῖ τέκνων διωγμόν: οὔποτ᾽ ἄκραντα δόμοισι
Λύσσα βακχεύσει.


Ἀμφιτρύων

900αἰαῖ κακῶν.


Χορός

αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω
πατέρα τάν τε παιδοτρόφον, μάταν
τέκεα γεννᾶται.
ἰδοὺ ἰδού,
905θύελλα σείει δῶμα, συμπίπτει στέγη.


Ἡρακλῆς

: τί δρᾷς, Διὸς παῖ, μελάθρῳ;
τάραγμα ταρτάρειον, ὡς ἐπ᾽ Ἐγκελάδῳ ποτέ, Παλλάς,
ἐς δόμους πέμπεις.

Ἄγγελος

λευκὰ γήρᾳ σώματ᾽ ...


Χορός
ἀνακαλεῖς με τίνα
910βοάν;

Ἄγγελος
ἄλαστα τἀν δόμοισι.


Χορός
μάντιν οὐχ
ἕτερον ἄξομαι.

Ἄγγελος

τεθνᾶσι παῖδες.


Χορός
αἰαῖ.

Ἄγγελος

στενάζεθ᾽, ὡς στενακτά.


Χορός
δάιοι φόνοι,
915δάιοι δὲ τοκέων χέρες: .

Ἄγγελος

οὐκ ἄν τις εἴποι μᾶλλον πεπόνθαμεν.


Χορός

πῶς παισὶ στενακτὰν ἄταν ἄταν
πατέρος ἀμφαίνεις;
λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ
920μέλαθρα κακὰ τάδε,
τλήμονάς τε παίδων τύχας;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: