previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κλυταιμήστρα

Κλυταιμήστρα

ἄκουε δή νυν: ἀνακαλύψω γὰρ λόγους,
κοὐκέτι παρῳδοῖς χρησόμεσθ᾽ αἰνίγμασιν.
πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτ᾽ ὀνειδίσω,
ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ,
1150τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών:
βρέφος τε τοὐμὸν σῷ προσούδισας πάλῳ,
μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας.
καὶ τὼ Διός σε παῖδ᾽, ἐμὼ δὲ συγγόνω,
ἵπποισι μαρμαίροντ᾽ ἐπεστρατευσάτην:
1155πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σ᾽ ἐρρύσατο
ἱκέτην γενόμενον, τἀμὰ δ᾽ ἔσχες αὖ λέχη.
οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμους
συμμαρτυρήσεις ὡς ἄμεμπτος γυνή,
ἔς τ᾽ Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸν
1160μέλαθρον αὔξουσ᾽, ὥστε σ᾽ εἰσιόντα τε
χαίρειν θύραζέ τ᾽ ἐξιόντ᾽ εὐδαιμονεῖν.
σπάνιον δὲ θήρευμ᾽ ἀνδρὶ τοιαύτην λαβεῖν
δάμαρτα: φλαύραν δ᾽ οὐ σπάνις γυναῖκ᾽ ἔχειν.
τίκτω δ᾽ ἐπὶ τρισὶ παρθένοισι παῖδά σοι
1165τόνδ᾽, ὧν μιᾶς σὺ τλημόνως μ᾽ ἀποστερεῖς.
κἄν τίς σ᾽ ἔρηται τίνος ἕκατί νιν κτενεῖς,
λέξον, τί φήσεις; 'μὲ χρὴ λέγειν τὰ σά;
Ἑλένην Μενέλεως ἵνα λάβῃ. καλὸνγένος †,
κακῆς γυναικὸς μισθὸν ἀποτεῖσαι τέκνα.
1170τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα.
ἄγ᾽, εἰ στρατεύσῃ καταλιπών μ᾽ ἐν δώμασιν,
κἀκεῖ γενήσῃ διὰ μακρᾶς ἀπουσίας,
τίν᾽ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς;
ὅταν θρόνους τῆσδ᾽ εἰσίδω πάντας κενούς,
1175κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοις
μόνη κάθωμαι, τήνδε θρηνῳδοῦσ᾽ ἀεί:
Ἀπώλεσέν σ᾽, τέκνον, φυτεύσας πατήρ,
αὐτὸς κτανών, οὐκ ἄλλος οὐδ᾽ ἄλλῃ χερί,
τοιόνδε νόστον καταλιπὼν πρὸς τοὺς δόμους.
1180ἐπεὶ βραχείας προφάσεως ἔδει μόνον,
ἐφ᾽ σ᾽ ἐγὼ καὶ παῖδες αἱ λελειμμέναι
δεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών.
μὴ δῆτα πρὸς θεῶν μήτ᾽ ἀναγκάσῃς ἐμὲ
κακὴν γενέσθαι περὶ σέ, μήτ᾽ αὐτὸς γένῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: