previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καίτοι τί πάσχω; βούλομαι γέλωτ᾽ ὀφλεῖν
1050ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;
τολμητέον τάδ᾽; ἀλλὰ τῆς ἐμῆς κάκης
τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ
θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
1055αὐτῷ μελήσει: χεῖρα δ᾽ οὐ διαφθερῶ.
[ἆ .
μὴ δῆτα, θυμέ, μὴ σύ γ᾽ ἐργάσῃ τάδε:
ἔασον αὐτούς, τάλαν, φεῖσαι τέκνων:
ἐκεῖ μεθ᾽ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
μὰ τοὺς παρ᾽ Ἅιδῃ νερτέρους ἀλάστορας,
1060οὔτοι ποτ᾽ ἔσται τοῦθ᾽ ὅπως ἐχθροῖς ἐγὼ
παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
πάντως σφ᾽ ἀνάγκη κατθανεῖν: ἐπεὶ δὲ χρή,
ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται.]
1065

καὶ δὴ 'πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ
νύμφη τύραννος ὄλλυται, σάφ᾽ οἶδ᾽ ἐγώ.
ἀλλ᾽, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδὸν
καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,
παῖδας προσειπεῖν βούλομαι: δότ᾽, τέκνα,
1070δότ᾽ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.
φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα
καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων,
εὐδαιμονοῖτον, ἀλλ᾽ ἐκεῖ: τὰ δ᾽ ἐνθάδε
πατὴρ ἀφείλετ᾽. γλυκεῖα προσβολή,
1075 μαλθακὸς χρὼς πνεῦμά θ᾽ ἥδιστον τέκνων.
χωρεῖτε χωρεῖτ᾽: οὐκέτ᾽ εἰμὶ προσβλέπειν
οἵα τεπρὸς ὑμᾶςἀλλὰ νικῶμαι κακοῖς.
καὶ μανθάνω μὲν οἷα τολμήσω κακά,
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
1080ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: