previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἄντιγόνη

Ἀντιγόνη

1485οὐ προκαλυπτομένα βοτρυχώδεος
ἁβρὰ παρηίδος οὐδ᾽ ὑπὸ παρθενί-
ας τὸν ὑπὸ βλεφάροις φοίνικ᾽, ἐρύθημα προσώπου,
αἰδομένα φέρομαι βάκχα νεκύ-
1490ων, κράδεμνα δικοῦσα κόμας ἀπ᾽ ἐ-
μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν,
ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι.
Πολύνεικες, ἔφυς ἄρ᾽ ἐπώνυμος: ὤμοι μοι, Θῆβαι:
1495σὰ δ᾽ ἔριςοὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος
Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσ᾽
αἵματι δεινῷ, αἵματι λυγρῷ.
τίνα προσῳδὸν
τίνα μουσοπόλον στοναχὰν ἐπὶ
1500δάκρυσι δάκρυσιν, δόμος, δόμος,
ἀγκαλέσωμαι,
τρισσὰ φέρουσα τάδ᾽ αἵματα σύγγονα,
ματέρα καὶ τέκνα, χάρματ᾽ Ἐρινύος;
δόμον Οἰδιπόδα πρόπαν ὤλεσε,
1505τᾶς ἀγρίας ὅτε
δυσξυνέτου ξυνετὸν μέλος ἔγνω
Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας.
ἰώ μοί μοι, πάτερ,
τίς Ἑλλὰς βάρβαρος
1510τῶν προπάροιθ᾽ εὐγενετᾶν
ἕτερος ἔτλα κακῶν τοσῶνδ᾽
αἵματος ἁμερίου
τοιάδ᾽ ἄχεα φανερά;
τάλαιν᾽, ὡς ἐλελίζει
1515τίς ἄρ᾽ ὄρνις, δρυὸς
ἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα,
μονομάτορσιν ὀδυρμοῖς
ἐμοῖς ἄχεσι συνῳδός;
αἴλινον αἰάγμασιν
1520τοῖσδε προκλαίω μονάδ᾽ αἰ-
ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐν
λειβομένοισιν δάκρυσιν ἰαχήσω.
τίν᾽ ἐπὶ πρῶτον ἀπὸ χαί-
1525τας σπαραγμοῖς ἀπαρχὰς βάλω;
ματρὸς ἐμᾶς διδύμοι-
σι γάλακτος παρὰ μαστοῖς
πρὸς ἀδελ-
φῶν οὐλόμεν᾽ αἰκίσματα νεκρῶν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: