Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ὦ φίλος ὦ πόσι μοι,
σὺ μὲν φθίμενος ἀλαίνεις
1085ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος
ἀίσσον πτεροῖσι πορεύσει
ἱππόβοτον Ἄργος, ἵνα τείχεα
λάινα Κυκλώπι᾽ οὐράνια νέμονται.
τέκνων δὲ πλῆθος ἐν πύλαις
1090δάκρυσι κατᾴορα στένει:
βοᾷ βοᾷ:
Μᾶτερ, ὤμοι, μόναν δή μ᾽ Ἀχαιοὶ κομί-
ζουσι σέθεν ἀπ᾽ ὀμμάτων
κυανέαν ἐπὶ ναῦν
1095εἰναλίαισι πλάταις
ἢ Σαλαμῖν᾽ ἱερὰν
ἢ δίπορον κορυφὰν
Ἴσθμιον, ἔνθα πύλας
Πέλοπος ἔχουσιν ἕδραι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.