This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[39]
εἰσήγγελκε γὰρ αὐτὸν
Πολύευκτος λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα
λαμβάνοντα καὶ δωρεὰς παρὰ τῶν τἀναντία πραττόντων τῷ δήμῳ τῷ
Ἀθηναίων. εἰ μὲν οὖν ἔξωθεν τῆς 1 πόλεώς τινας ᾐτιᾶτο εἶναι, παρ᾽ ὧν
τὰ δῶρα εἰληφότα. Εὐξένιππον συναγωνίζεσθαι αὐτοῖς, ἦν ἂν αὐτῷ
εἰπεῖν ὅτι, ἐπειδὴ ἐκείνους οὐκ ἔστι τιμωρήσασθαι, δεῖ τοὺς
ἐνθάδε αὐτοῖς2 ὑπηρετοῦντας δίκην δοῦναι. νῦν δὲ
Ἀθηναίους φησὶν εἶναι παρ᾽ ὧν τὰς δωρεὰς εἰληφέναι αὐτόν. εἶτα
σύ, ἔχων ἐν τῇ πόλει τοὺς ὑπεναντία πράττοντας τῷ δήμῳ, οὐ
τιμωρῇ, ἀλλ᾽ Εὐξενίππῳ πράγματα παρέχεις;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.