Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[47]
οὔτε γὰρ ἐπιτίμιον ταῖς πρὸς τὸν ἄρχοντα εἰσαγγελίαις ἔπεστιν,1 οὐδ᾽ ἐὰν μηδεμίαν2 τῶν ψήφων οἱ εἰσαγγείλαντες μεταλάβωσιν, οὔτε πρυτανεῖα οὔτε παράστασις οὐδεμίᾳ3 τίθεται τῶν εἰσαγγελιῶν: ἀλλὰ τοῖς μὲν διώκουσιν ἀκινδύνως εἰσαγγέλλειν ἔξεστι, [τῷ βουλομένῳ], τοῖς δ᾽ ἁλισκομένοις ἔσχαται τιμωρίαι ἐπὶ ταῖς εἰσαγγελίαις ἔπεισιν.