Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ὁ γὰρ πάππος ὁ ἐμός, ὦ ἄνδρες, Κίρων ἔγημε τὴν ἐμὴν τήθην οὖσαν ἀνεψιάν, ἐξ ἀδελφῆς τῆς αὑτοῦ μητρὸς αὐτὴν γεγενημένην. ἐκείνη μὲν οὖν συνοικήσασα οὐ πολὺν χρόνον, τεκοῦσα αὐτῷ τὴν ἐμὴν μητέρα, μετὰ ἐνιαυτοὺς τέτταρας1 τὸν βίον ἐτελεύτησεν: ὁ δὲ πάππος μιᾶς μόνης οὔσης αὐτῷ θυγατρὸς λαμβάνει πάλιν τὴν Διοκλέους ἀδελφήν, ἐξ ἧς αὐτῷ ἐγιγνέσθην2 ὑεῖς δύο. καὶ ἐκείνην τε ἔτρεφε παρὰ τῇ γυναικὶ καὶ μετὰ τῶν ἐξ ἐκείνης παίδων,