Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[205]
τούτων δ᾽ οὕτως ἐχόντων, εἰ μὲν τυγχάνεις ἀληθῆ λέγων τούτους φάσκων εὑρετὰς γεγενῆσθαι τῶν καλλίστων ἐπιτηδευμάτων, ἀναγκαῖόν ἐστι τοὺς πολλαῖς γενεαῖς πρότερον γεγονότας, πρὶν Σπαρτιάτας ἐνταῦθα κατοικῆσαι, μὴ μετέχειν αὐτῶν, μήτε τοὺς ἐπὶ Τροίαν στρατευσαμένους μήτε τοὺς περὶ Ἡρακλέα καὶ Θησέα γεγονότας μήτε Μίνω τὸν Διὸς μήτε Ῥαδάμανθυν μήτ᾽ Αἰακὸν μήτε τῶν ἄλλων μηδένα τῶν ὑμνουμένων ἐπὶ ταῖς ἀρεταῖς ταύταις, ἀλλὰ ψευδῆ τὴν δόξαν ταύτην ἅπαντας ἔχειν: εἰ δὲ σὺ μὲν φλυαρῶν τυγχάνεις,