Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
καὶ τοιοῦτοι μὲν νεωστὶ περὶ τὴν πόλιν τήνδε γεγενημένοι, τὸ δὲ παλαιὸν ἁπάσης τῆς Ἑλλάδος προδόται καταστάντες, αὐτοὶ μὲν ὑπὲρ οὕτως ἑκουσίων σίων καὶ μεγάλων ἀδικημάτων συγγνώμης τυχεῖν ἠξιώθησαν, ἡμῖν δ᾽ ὑπὲρ ὧν ἠναγκάσθημεν, οὐδεμίαν ἔχειν οἴονται δεῖν, ἀλλὰ τολμῶσιν ὄντες Θηβαῖοι λακωνισμὸν ἑτέροις ὀνειδίζειν, οὓς πάντες ἴσμεν πλεῖστον χρόνον Λακεδαιμονίοις δεδουλευκότας καὶ προθυμότερον ὑπὲρ τῆς ἐκείνων ἀρχῆς ἢ τῆς αὑτῶν σωτηρίας πεπολεμηκότας.