Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[303]
ὧν ὑμῖν οὐδὲν πώποτ᾽ ἐμέλησεν, ἀλλὰ τοσοῦτον διημαρτήκατε τοῦ συμφέροντος, ὥσθ᾽ ἥδιον ἔχετε δι᾽ οὓς ἀκούετε κακῶς ἢ δι᾽ οὓς ἐπαινεῖσθε, καὶ δημοτικωτέρους εἶναι νομίζετε τοὺς τοῦ μισεῖσθαι τὴν πόλιν ὑπὸ πολλῶν αἰτίους ὄντας, ἢ τοὺς ἅπαντας οἷς πεπλησιάκασιν εὖ διακεῖσθαι πρὸς αὐτὴν πεποιηκότας.