Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἔπειθ᾽ οἱ νόμοι καθ᾽ οὓς ἕκαστοι πολιτευόμενοι τυγχάνουσιν, ἔτι δ᾽ ἡ παρρησία καὶ τὸ φανερῶς ἐξεῖναι τοῖς τε φίλοις ἐπιπλῆξαι καὶ τοῖς ἐχθροῖς ἐπιθέσθαι ταῖς ἀλλήλων ἁμαρτίαις: πρὸς δὲ τούτοις καὶ τῶν ποιητῶν τινες τῶν προγεγενημένων ὑποθήκας ὡς χρὴ ζῆν καταλελοίπασιν: ὥστ᾽ ἐξ ἁπάντων τούτων εἰκὸς αὐτοὺς βελτίους γίγνεσθαι.