Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
ὥστε μὴ περὶ τοῦτ᾽ εἶναι Νικίᾳ ὅπως συκοφαντῶν τἀλλότρια λήψοιτο, ἀλλ᾽ ὅπως μὴ οὐδὲν ἀδικῶν κακόν τι πείσοιτο. τῷ μὲν γὰρ ὅσον Εὐθύνους δυναμένῳ ἐξῆν ἅ τ᾽ ἔλαβεν ἀποστερεῖν καὶ οἷς μὴ συνέβαλεν ἐγκαλεῖν: οἱ δ᾽ ὥσπερ Νικίας διακείμενοι ἠναγκάζοντο τοῖς τ᾽ ὀφείλουσι τὰ χρέα ἀφιέναι καὶ τοῖς συκοφαντοῦσι τὰ αὑτῶν διδόναι.