This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[135]
Οἱ φρουροὶ δὲ τῶν πόλεων τὰ μὲν ὄκνῳ τοῦ κακοπαθεῖν,
τὰ δὲ μίσει τοῦ ἔθνους οὐδὲν ἢ μικρὰ προσήμυνον τοῖς κακουμένοις,
μέχρι κόρῳ τῶν κατὰ τὴν χώραν ἁρπαγῶν ἀθροισθέντες οἱ τῶν
πανταχοῦ συνταγμάτων ἀρχιλῃσταὶ καὶ γενόμενοι πονηρίας στῖφος
εἰς τὰ Ἱεροσόλυμα παρεισφθείρονται,
[136]
πόλιν ἀστρατήγητον καὶ
πατρίῳ μὲν ἔθει πᾶν ἀπαρατηρήτως δεχομένην τὸ ὁμόφυλον, τότε
δ᾽ οἰομένων ἁπάντων τοὺς ἐπιχεομένους πάντας ἀπ᾽ εὐνοίας ἥκειν
συμμάχους.
[137]
ὃ δὴ καὶ δίχα τῆς στάσεως ὕστερον ἐβάπτισεν τὴν
πόλιν: πλήθει γὰρ ἀχρήστῳ καὶ ἀργῷ προεξαναλώθη τὰ τοῖς μαχίμοις
διαρκεῖν δυνάμενα, καὶ πρὸς τῷ πολέμῳ στάσιν τε ἑαυτοῖς
καὶ λιμὸν ἐπικατεσκεύασαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.