Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
ποιήσομαι δὲ
κἀγὼ τὴν κατηγορίαν δικαίαν, οὔτε ψευδόμενος οὐδέν, οὔτ᾽ ἔξω τοῦ πράγματος
λέγων. οἱ μὲν γὰρ πλεῖστοι τῶν εἰς ὑμᾶς εἰσιόντων πάντων ἀτοπώτατον
ποιοῦσιν: ἢ γὰρ συμβουλεύουσιν ἐνταῦθα περὶ τῶν κοινῶν πραγμάτων ἢ
κατηγοροῦσι καὶ διαβάλλουσι πάντα μᾶλλον ἢ περὶ οὗ μέλλετε τὴν ψῆφον φέρειν.
ἔστι δ᾽ οὐδέτερον τούτων χαλεπόν, οὔθ᾽ ὑπὲρ ὧν μὴ βουλεύεσθε1 γνώμην ἀποφήνασθαι,
οὔθ᾽ ὑπὲρ ὧν μηδεὶς ἀπολογήσεται κατηγορίαν εὑρεῖν.
1 βουλεύεσθε in marg. Ald.: βούλεσθε codd.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.