Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
εἰκότως: ὥσπερ γὰρ πρὸς τοὺς φύσει γεννήσαντας καὶ
τοὺς ποιητοὺς τῶν πατέρων οὐχ ὁμοίως ἔχουσιν ἅπαντες ταῖς εὐνοίαις, οὕτω
καὶ πρὸς τὰς χώρας τὰς μὴ φύσει προσηκούσας, ἀλλ᾽ ὕστερον ἐπικτήτους
γενομένας καταδεέστερον διάκεινται. τοιαύταις δὲ γνώμαις χρησάμενοι καὶ τοῖς
ἀρίστοις ἀνδράσιν ἐξ ἴσου τῶν κινδύνων μετασχόντες, οὐχ ὁμοίως τῆς τύχης
ἐκοινώνησαν: τῆς γὰρ ἀρετῆς οὐ ζῶντες ἀπολαύουσιν, ἀλλὰ τελευτήσαντες τὴν
δόξαν καταλελοίπασιν,1 οὐχ ἡττηθέντες, ἀλλ᾽ ἀποθανόντες ἔνθαπερ ἐτάχθησαν2
ὑπὲρ τῆς ἐλευθερίας ἀμύνοντες.
1 καταλελοίπασιν Bekker: ἐγκαταλελοίπασιν codd.
2 ἔνθαπερ ἐτάχθησαν Markland: ἔνθα παρετάχθησαν codd.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.