Pythian 7
ΜΕΓΑΚΛΕΙ ΑΘΗΝΑΙΩι
ΤΕΘΡΙΠΠΩι
κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι
προοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷ
κρηπῖδ᾽ ἀοιδᾶν
ἵπποισι βαλέσθαι.
5ἐπεὶ τίνα πάτραν, τίνα οἶκον
ναίων ὀνυμάξεαι
ἐπιφανέστερον
Ἑλλάδι πυθέσθαι;
πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ
10 [10] Ἐρεχθέος ἀστῶν, Ἄπολλον, οἳ τεόν γε δόμον
Πυθῶνι δίᾳ
θαητὸν ἔτευξαν.
ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ
νῖκαι, μία δ᾽ ἐκπρεπὴς
15Διὸς Ὀλυμπιάς,
δύο δ᾽ ἀπὸ Κίρρας,
ὦ Μεγάκλεες, ὑμαί τε καὶ προγόνων.
νέα δ᾽ εὐπραγίᾳ χαίρω τι: τὸ δ᾽ ἄχνυμαι,
φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα.
20 [20] φαντί γε μὰν οὕτω κεν ἀνδρὶ παρμονίμαν
θάλλοισαν εὐδαιμονίαν
τὰ καὶ τὰ φέρεσθαι.