previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[387α] καὶ τὸ—“ ... ψυχὴ δὲ κατὰ χθονός, ἠΰτε καπνός,
ᾤχετο τετριγυῖα ...
Hom. Il. 23.100καὶ—“ὡς δ᾽ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τ᾽ ἀλλήλῃσιν ἔχονται,
ὣς αἳ τετριγυῖαι ἅμ᾽ ᾔεσαν.
Hom. Od. 24.6-10 [387β] ταῦτα καὶ τὰ τοιαῦτα πάντα παραιτησόμεθα Ὅμηρόν τε καὶ τοὺς ἄλλους ποιητὰς μὴ χαλεπαίνειν ἂν διαγράφωμεν, οὐχ ὡς οὐ ποιητικὰ καὶ ἡδέα τοῖς πολλοῖς ἀκούειν, ἀλλ᾽ ὅσῳ ποιητικώτερα, τοσούτῳ ἧττον ἀκουστέον παισὶ καὶ ἀνδράσιν οὓς δεῖ ἐλευθέρους εἶναι, δουλείαν θανάτου μᾶλλον πεφοβημένους.

παντάπασι μὲν οὖν.

οὐκοῦν ἔτι καὶ τὰ περὶ ταῦτα ὀνόματα πάντα τὰ δεινά τε καὶ φοβερὰ ἀποβλητέα, Κωκυτούς τε καὶ Στύγας καὶ [387ξ]ἐνέρουςκαὶἀλίβαντας’, καὶ ἄλλα ὅσα τούτου τοῦ τύπου ὀνομαζόμενα φρίττειν δὴ ποιεῖ ὡςοἴεται†’ πάντας τοὺς ἀκούοντας. καὶ ἴσως εὖ ἔχει πρὸς ἄλλο τι: ἡμεῖς δὲ ὑπὲρ τῶν φυλάκων φοβούμεθα μὴ ἐκ τῆς τοιαύτης φρίκης θερμότεροι καὶ μαλακώτεροι τοῦ δέοντος γένωνται ἡμῖν.

καὶ ὀρθῶς γ᾽, ἔφη, φοβούμεθα.

ἀφαιρετέα ἄρα;

ναί.

τὸν δὲ ἐναντίον τύπον τούτοις λεκτέον τε καὶ ποιητέον;

δῆλα δή. [387δ]

καὶ τοὺς ὀδυρμοὺς ἄρα ἐξαιρήσομεν καὶ τοὺς οἴκτους τοὺς τῶν ἐλλογίμων ἀνδρῶν;

ἀνάγκη, ἔφη, εἴπερ καὶ τὰ πρότερα.

σκόπει δή, ἦν δ᾽ ἐγώ, εἰ ὀρθῶς ἐξαιρήσομεν οὔ. φαμὲν δὲ δὴ ὅτι ἐπιεικὴς ἀνὴρ τῷ ἐπιεικεῖ, οὗπερ καὶ ἑταῖρός ἐστιν, τὸ τεθνάναι οὐ δεινὸν ἡγήσεται.

φαμὲν γάρ.

οὐκ ἄρα ὑπέρ γ᾽ ἐκείνου ὡς δεινόν τι πεπονθότος ὀδύροιτ᾽ ἄν.

οὐ δῆτα.

ἀλλὰ μὴν καὶ τόδε λέγομεν, ὡς τοιοῦτος μάλιστα αὐτὸς αὑτῷ αὐτάρκης πρὸς τὸ εὖ ζῆν καὶ διαφερόντως τῶν [387ε] ἄλλων ἥκιστα ἑτέρου προσδεῖται.

ἀληθῆ, ἔφη.

ἥκιστα ἄρ᾽ αὐτῷ δεινὸν στερηθῆναι ὑέος ἀδελφοῦ χρημάτων ἄλλου του τῶν τοιούτων.

ἥκιστα μέντοι.

ἥκιστ᾽ ἄρα καὶ ὀδύρεσθαι, φέρειν δὲ ὡς πρᾳότατα, ὅταν τις αὐτὸν τοιαύτη συμφορὰ καταλάβῃ.

πολύ γε.

ὀρθῶς ἄρ᾽ ἂν ἐξαιροῖμεν τοὺς θρήνους τῶν ὀνομαστῶν ἀνδρῶν, γυναιξὶ δὲ ἀποδιδοῖμεν, καὶ οὐδὲ ταύταις σπουδαίαις,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: